Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 20

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 20

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, {NA ἐκείνων > - } διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς {NA ἱερεῖς > ἀρχιερεῖς } καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, 2 καὶ εἶπον {NA εἶπον πρὸς αὐτόν λέγοντες Εἰπὲ > εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν } πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα {NA ἕνα > - } λόγον, καὶ εἴπατέ μοι· 4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; 5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; 6 Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς {NA πᾶς ὁ λαὸς > ὁ λαὸς ἅπας } ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 9 ¶Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν {NA ἐφύτευσεν > [τις] ἐφύτευσεν } ἀμπελῶνα, καὶ ἐξέδοτο {NA ἐξέδοτο > ἐξέδετο } αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς· 10 καὶ ἐν {NA ἐν > - } καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν {NA δῶσιν > δώσουσιν } αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες {NA δείραντες αὐτὸν ἐξαπέστειλαν > ἐξαπέστειλαν αὐτὸν δείραντες } αὐτὸν ἐξαπέστειλαν κενόν. 11 Καὶ προσέθετο πέμψαι {NA πέμψαι ἕτερον > ἕτερον πέμψαι } ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 Καὶ προσέθετο πέμψαι {NA πέμψαι τρίτον > τρίτον πέμψαι } τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες {NA ἰδόντες > - } ἐντραπήσονται. 14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, {NA ἑαυτούς > ἀλλήλους } λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, {NA δεῦτε > - } ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. 15 Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, {NA εἶπον > εἶπαν } Μὴ γένοιτο. 17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 Πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 ¶Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς {NA ἀρχιερεῖς καὶ οἱ γραμματεῖς > γραμματεῖς καὶ οἱ ἀρχιερεῖς } καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· {NA ἐφοβήθησαν > ἐφοβήθησαν τὸν λαόν } ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν {NA τὴν παραβολὴν ταύτην εἶπεν > εἶπεν τὴν παραβολὴν ταύτην } παραβολὴν ταύτην εἶπεν. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς {NA εἰς τὸ > ὥστε } τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις. 22 Ἔξεστιν ἡμῖν {NA ἡμῖν > ἡμᾶς } Καίσαρι φόρον δοῦναι, ἢ οὔ; 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς, Τί {NA Τί με πειράζετε > - } με πειράζετε; 24 Ἐπιδείξατέ {NA Ἐπιδείξατέ > Δείξατέ } μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες {NA Ἀποκριθέντες δὲ εἶπον > Οἱ δὲ εἶπαν } δὲ εἶπον, Καίσαρος. 25 Ὁ δὲ εἶπεν αὐτοῖς, {NA αὐτοῖς > πρὸς αὐτούς } Ἀπόδοτε {NA Ἀπόδοτε τοίνυν > Τοίνυν ἀπόδοτε } τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. 27 ¶Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες {NA ἀντιλέγοντες > [ἀντι]λέγοντες } ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν, 28 λέγοντες, Διδάσκαλε, Μωσῆς {NA Μωσῆς > Μωϋσῆς } ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, {NA ἀποθάνῃ ἵνα > ᾖ ἵνα } ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν {NA ἔλαβεν > - } ὁ δεύτερος τὴν {NA τὴν γυναῖκα καὶ οὗτος ἀπέθανεν ἄτεκνος > - } γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. 31 Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν {NA αὐτὴν ὡσαύτως > αὐτήν } ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. 32 Ὕστερον δὲ {Byz δὲ > - } {NA δὲ πάντων > - } πάντων ἀπέθανεν {NA ἀπέθανεν καὶ ἡ γυνή > καὶ ἡ γυνὴ ἀπέθανεν } καὶ ἡ γυνή. 33 Ἐν {NA Ἐν τῇ οὖν > Ἡ γυνὴ οὖν ἐν τῇ } τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 Καὶ ἀποκριθεὶς {NA ἀποκριθεὶς > - } εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται· {NA ἐκγαμίσκονται > γαμίσκονται } 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται· {NA ἐκγαμίζονται > γαμίζονται } 36 οὔτε {NA οὔτε > οὐδὲ } γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν τοῦ {NA τοῦ > - } θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς {Byz Μωσῆς > Μωϋσῆς } {NA Μωσῆς > Μωϋσῆς } ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν {NA καὶ τὸν θεὸν Ἰσαὰκ > καὶ θεὸν Ἰσαὰκ } θεὸν Ἰσαὰκ καὶ τὸν {NA καὶ τὸν θεὸν Ἰακώβ > καὶ θεὸν Ἰακώβ } θεὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, {NA εἶπον > εἶπαν } Διδάσκαλε, καλῶς εἶπας. 40 Οὐκέτι δὲ {NA δὲ > γὰρ } ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν. 41 ¶Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν χριστὸν υἱὸν {NA υἱὸν Δαυὶδ εἶναι > εἶναι Δαυὶδ υἱόν } Δαυὶδ εἶναι; 42 Καὶ {NA Καὶ αὐτὸς > Αὐτὸς γὰρ } αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ {NA ὁ > - } κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς {NA υἱὸς αὐτοῦ > αὐτοῦ υἱός } αὐτοῦ ἐστιν; 45 ¶Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, {NA αὐτοῦ > [αὐτοῦ] } 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται {NA λήψονται > λήμψονται } περισσότερον κρίμα.