Matt 20
1
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ
μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2
Καὶ
{NA Καὶ συμφωνήσας > Συμφωνήσας δὲ } συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα
αὐτοῦ.
3
Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
4
καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
5
Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν
{NA ἐξελθὼν > [δὲ] ἐξελθὼν } περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως.
6
Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν
{NA ὥραν > - } ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ἀργούς,
{NA ἀργούς > - } καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7
Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν
ἀμπελῶνα, καὶ
{NA καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε > - } ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
8
Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας,
καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9
Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10
Ἐλθόντες
{NA Ἐλθόντες δὲ > Καὶ ἐλθόντες } δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα
{NA πλείονα > πλεῖον } λήψονται·
{NA λήψονται > λήμψονται } καὶ ἔλαβον καὶ
{NA καὶ αὐτοὶ ἀνὰ δηνάριον > [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί } αὐτοὶ ἀνὰ δηνάριον.
11
Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου,
12
λέγοντες ὅτι
{NA ὅτι > - } Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασιν
τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13
Ὁ δὲ ἀποκριθεὶς εἶπεν
{NA εἶπεν ἑνὶ αὐτῶν > ἑνὶ αὐτῶν εἶπεν } ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14
Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.
15
Ἢ
{NA Ἢ > [Ἢ] } οὐκ ἔξεστίν μοι ποιῆσαι
{NA ποιῆσαι ὃ θέλω > ὃ θέλω ποιῆσαι } ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ
{NA Εἰ > Ἢ } ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;
16
Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ
{NA πολλοὶ γάρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί > - } γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
17
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς
{NA μαθητὰς > [μαθητὰς] } κατ’ ἰδίαν ἐν
{NA ἐν τῇ ὁδῷ καὶ > καὶ ἐν τῇ ὁδῷ } τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς,
18
Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν
καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
19
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι·
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
{NA ἀναστήσεται > ἐγερθήσεται }
20
¶Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ
αἰτοῦσά τι παρ’
{NA παρ’ > ἀπ’ } αὐτοῦ.
21
Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου,
εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, ἐν τῇ βασιλείᾳ σου.
22
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ
ἐγὼ μέλλω πίνειν, ἢ
{NA ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι > - } τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα.
23
Καὶ
{NA Καὶ λέγει > Λέγει } λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ
{NA καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε > - } τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων
μου
{NA μου οὐκ > οὐκ } οὐκ ἔστιν ἐμὸν δοῦναι,
{NA δοῦναι > [τοῦτο] δοῦναι } ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν
αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26
Οὐχ οὕτως δὲ
{NA δὲ > - } ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος·
27
καὶ ὃς ἐὰν
{NA ἐὰν > ἂν } θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω
{NA ἔστω > ἔσται } ὑμῶν δοῦλος·
28
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν
ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29
¶Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30
Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν,
λέγοντες, Ἐλέησον ἡμᾶς, κύριε,
{NA κύριε > [κύριε] } υἱὸς Δαυίδ.
31
Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον,
{NA ἔκραζον > ἔκραξαν } λέγοντες, Ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δαυίδ.
32
Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν;
33
Λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιχθῶσιν
{NA ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί > ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν } ἡμῶν οἱ ὀφθαλμοί.
34
Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν
{NA ὀφθαλμῶν > ὀμμάτων } αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν
{NA αὐτῶν οἱ ὀφθαλμοί > - } οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.