Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 20

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 20

1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2 Καὶ ἐκράτησεν τὸν δράκοντα, τὸν {NA τὸν ὄφιν τὸν ἀρχαῖον > ὁ ὄφις ὁ ἀρχαῖος } ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν διάβολος καὶ {Byz καὶ ὁ > καὶ } ὁ Σατανᾶς, ὁ {NA ὁ πλανῶν τὴν οἰκουμένην ὅλην > - } πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ {NA πλανᾷ > πλανήσῃ } ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· καὶ {Byz καὶ μετὰ > μετὰ } {NA καὶ μετὰ > μετὰ } μετὰ ταῦτα δεῖ αὐτὸν {Byz αὐτὸν λυθῆναι > λυθῆναι αὐτὸν } {NA αὐτὸν λυθῆναι > λυθῆναι αὐτὸν } λυθῆναι μικρὸν χρόνον. 4 ¶Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ {Byz τὸ θηρίον > τῷ θηρίῳ } θηρίον, οὐδὲ {Byz οὐδὲ > οὔτε } τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον, {Byz μέτωπον > μέτωπον αὐτῶν } καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ τὰ {Byz τὰ > - } {NA τὰ > - } χίλια ἔτη. 5 Καὶ {NA Καὶ > - } οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6 Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ’ αὐτοῦ χίλια {NA χίλια > [τὰ] χίλια } ἔτη. 7 ¶Καὶ ὅταν {Byz ὅταν τελεσθῇ > μετὰ } τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν {NA τὸν Μαγώγ > Μαγώγ } Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον· ὧν ὁ ἀριθμὸς {Byz ἀριθμὸς > ἀριθμὸς αὐτῶν } {NA ἀριθμὸς > ἀριθμὸς αὐτῶν } ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν {Byz ἐκύκλωσαν > ἐκύκλευσαν } {NA ἐκύκλωσαν > ἐκύκλευσαν } τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ {NA ἀπὸ τοῦ θεοῦ > - } τοῦ θεοῦ, καὶ κατέφαγεν αὐτούς. 10 Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 11 ¶Καὶ εἶδον θρόνον μέγαν {Byz μέγαν λευκόν > λευκὸν μέγαν } λευκόν, καὶ τὸν καθήμενον ἐπ’ αὐτόν, οὗ ἀπὸ προσώπου {NA προσώπου > τοῦ προσώπου } ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνεῴχθησαν· {Byz ἠνεῴχθησαν > ἤνοιξαν } {NA ἠνεῴχθησαν > ἠνοίχθησαν } καὶ ἄλλο βιβλίον ἠνεῴχθη, {NA ἠνεῴχθη > ἠνοίχθη } ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13 Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς {Byz νεκροὺς τοὺς ἐν αὐτῇ > ἐν αὐτῇ νεκρούς } τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς {Byz νεκροὺς τοὺς ἐν αὐτοῖς > ἐν αὐτοῖς νεκρούς } τοὺς ἐν αὐτοῖς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14 Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῷ {Byz τῷ βιβλίῳ > τῇ βίβλῳ } {NA τῷ βιβλίῳ > τῇ βίβλῳ } βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.