Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Revelation : Chapter 21

Rev 1
Rev 2
Rev 3
Rev 4
Rev 5
Rev 6
Rev 7
Rev 8
Rev 9
Rev 10
Rev 11
Rev 12
Rev 13
Rev 14
Rev 15
Rev 16
Rev 17
Rev 18
Rev 19
Rev 20
Rev 21
Rev 22

Rev 21

1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, {Byz ἀπῆλθον > παρῆλθεν } {NA ἀπῆλθον > ἀπῆλθαν } καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2 Καὶ τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσαν ἐκ {Byz ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ > ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ } τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, {NA οὐρανοῦ > θρόνου } λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ λαὸς {NA λαὸς > λαοὶ } αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ἔσται {Byz ἔσται μετ’ αὐτῶν > μετ’ αὐτῶν ἔσται } {NA ἔσται μετ’ αὐτῶν > μετ’ αὐτῶν ἔσται [αὐτῶν θεός] } μετ’ αὐτῶν· 4 καὶ ἐξαλείψει {Byz ἐξαλείψει > ἐξαλείψει ἀπ’ αὐτῶν } πᾶν δάκρυον ἀπὸ {NA ἀπὸ > ἐκ } τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι {NA ὅτι > [ὅτι] } τὰ πρῶτα ἀπῆλθον. {Byz ἀπῆλθον > ἀπῆλθεν } {NA ἀπῆλθον > ἀπῆλθαν } 5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, πάντα {Byz πάντα καινὰ ποιῶ > καινὰ ποιῶ πάντα } {NA πάντα καινὰ ποιῶ > καινὰ ποιῶ πάντα } καινὰ ποιῶ. Καὶ λέγει μοι, {NA μοι > - } Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ {Byz ἀληθινοὶ καὶ πιστοί > πιστοὶ καὶ ἀληθινοὶ τοῦ θεοῦ } {NA ἀληθινοὶ καὶ πιστοί > πιστοὶ καὶ ἀληθινοί } καὶ πιστοί εἰσιν. 6 Καὶ εἶπέν μοι, Γέγονα {NA Γέγονα > Γέγοναν. Ἐγώ [εἰμι] } τὸ {Byz Γέγονα τὸ > Γέγονα ἐγὼ τὸ } Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. {Byz ἡ ἀρχὴ καὶ τὸ τέλος > ἀρχὴ καὶ τέλος = καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος } Ἐγὼ τῷ διψῶντι δώσω {Byz δώσω > δώσω αὐτῷ } ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. 7 Ὁ νικῶν κληρονομήσει {Byz κληρονομήσει > δώσω αὐτῷ } ταῦτα, καὶ ἔσομαι αὐτῷ θεός, καὶ αὐτὸς ἔσται μοι υἱός. 8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς {NA ἁμαρτωλοῖς καὶ > - } καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις, καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. 9 ¶Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας {NA γεμούσας > τῶν γεμόντων } τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν γυναῖκα {NA γυναῖκα τὴν νύμφην > νύμφην τὴν γυναῖκα } τὴν νύμφην τοῦ ἀρνίου. 10 Καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπ’ {NA ἐπ’ > ἐπὶ } ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν {Byz τὴν μεγάλην > - } {NA τὴν μεγάλην > - } μεγάλην, τὴν ἁγίαν Ἱερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· {Byz κρυσταλλίζοντι > κρυσταλίζοντι } 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν {Byz ἐστιν ὀνόματα > ἐστιν } {NA ἐστιν ὀνόματα > ἐστιν [τὰ ὀνόματα] } ὀνόματα τῶν δώδεκα φυλῶν τῶν {Byz τῶν υἱῶν > υἱῶν } {NA τῶν υἱῶν > υἱῶν } υἱῶν Ἰσραήλ. 13 Ἀπὸ ἀνατολῶν, {NA ἀνατολῶν > ἀνατολῆς } πυλῶνες τρεῖς· καὶ ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· καὶ ἀπὸ νότου, πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς. 14 Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον {NA ἔχον > ἔχων } θεμελίους δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. 15 Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ {Byz καὶ τὸ τεῖχος αὐτῆς > - } τὸ τεῖχος αὐτῆς. 16 Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον {NA ὅσον > ὅσον [καὶ] } τὸ πλάτος. Καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίους {Byz σταδίους δώδεκα > σταδίους δεκαδύο } {NA σταδίους > σταδίων } δώδεκα χιλιάδων· δώδεκα {Byz δώδεκα τὸ > τὸ } {NA δώδεκα τὸ > τὸ } τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17 Καὶ ἐμέτρησεν {Byz ἐμέτρησεν > - } τὸ τεῖχος αὐτῆς ἑκατὸν {Byz ἑκατὸν τεσσαράκοντα τεσσάρων > —ΡΜΔ } τεσσαράκοντα {NA τεσσαράκοντα > τεσσεράκοντα } τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. 18 Καὶ ἦν {NA ἦν > - } ἡ ἐνδόμησις {NA ἐνδόμησις > ἐνδώμησις } τοῦ τείχους αὐτῆς ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑέλῳ {Byz ὑέλῳ > ὑάλῳ } {NA ὑέλῳ > ὑάλῳ } καθαρῷ. 19 Οἱ {Byz Οἱ > Καὶ οἱ } θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· {NA σάπφειρος > σάπφιρος } ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος· 20 ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιον· {Byz σάρδιον > σάρδιος } ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυσος. {NA ἀμέθυσος > ἀμέθυστος } 21 Καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕελος {NA ὕελος > ὕαλος } διαυγής. 22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον. 23 Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. 24 Καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν αὐτῷ δόξαν {Byz αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν > τὴν δόξαν [καὶ τὴν τιμὴν] αὐτῶν } {NA αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν > τὴν δόξαν αὐτῶν } καὶ τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 25 Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας- νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ- 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν· {Byz αὐτήν > αὐτὴν ἵνα εἰσέλθωσιν } 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινόν, καὶ ποιοῦν {Byz ποιοῦν > ὁ ποιῶν } {NA ποιοῦν > [ὁ] ποιῶν } βδέλυγμα καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.