Matt 22

1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς {NA αὐτοῖς ἐν παραβολαῖς > ἐν παραβολαῖς αὐτοῖς } ἐν παραβολαῖς, λέγων, 2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ· 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα, {NA ἡτοίμασα > ἡτοίμακα } οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ {NA ὁ μὲν > ὃς μὲν } μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ {NA ὁ δὲ εἰς > ὃς δὲ ἐπὶ } δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 Καὶ {NA Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος > Ὁ δὲ βασιλεὺς } ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8 Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν {Byz ἂν > ἐὰν } {NA ἂν > ἐὰν } εὕρητε, καλέσατε εἰς τοὺς γάμους. 10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους {NA ὅσους > οὓς } εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. 13 Τότε εἶπεν {NA εἶπεν ὁ βασιλεὺς > ὁ βασιλεὺς εἶπεν } ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, {Byz πόδας καὶ χεῖρας > χεῖρας καὶ πόδας } ἄρατε {NA ἄρατε αὐτὸν καὶ ἐκβάλετε > ἐκβάλετε αὐτὸν } αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. 15 ¶Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 Λέγουσιν αὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. {NA ἀπῆλθον > ἀπῆλθαν } 23 ¶Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ {Byz οἱ > - } {NA οἱ > - } λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες, Διδάσκαλε, Μωσῆς {NA Μωσῆς > Μωϋσῆς } εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας {NA γαμήσας > γήμας } ἐτελεύτησεν· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ {NA καὶ > - } ἡ γυνή. 28 Ἐν τῇ οὖν {NA οὖν ἀναστάσει > ἀναστάσει οὖν } ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, {NA ἐκγαμίζονται > γαμίζονται } ἀλλ’ ὡς ἄγγελοι τοῦ {NA τοῦ θεοῦ ἐν > ἐν τῷ } θεοῦ ἐν οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ {NA ὁ θεὸς θεὸς > [ὁ] θεὸς } θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 ¶Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, {NA νομικός > [νομικός] } πειράζων αὐτόν, καὶ {NA καὶ λέγων > - } λέγων, 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 Ὁ δὲ Ἰησοῦς {NA Ἰησοῦς > - } ἔφη αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐν ὅλῃ καρδίᾳ {NA καρδίᾳ > τῇ καρδίᾳ } σου, καὶ ἐν ὅλῃ ψυχῇ {NA ψυχῇ > τῇ ψυχῇ } σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38 Αὕτη ἐστὶν πρώτη {NA πρώτη καὶ μεγάλη > ἡ μεγάλη καὶ πρώτη } καὶ μεγάλη ἐντολή. 39 Δευτέρα δὲ ὁμοία αὐτῇ, {Byz αὐτῇ > αὕτη } Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ {NA καὶ > κρέμαται καὶ } οἱ προφῆται κρέμανται. {NA κρέμανται > - } 41 ¶Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; Τίνος υἱός ἐστιν; Λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ. 43 Λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι κύριον {NA κύριον αὐτὸν καλεῖ > καλεῖ αὐτὸν κύριον } αὐτὸν καλεῖ, λέγων, 44 Εἶπεν ὁ {NA ὁ > - } κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον {NA ὑποπόδιον > ὑποκάτω } τῶν ποδῶν σου; 45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ {NA αὐτῷ ἀποκριθῆναι > ἀποκριθῆναι αὐτῷ } ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.