Rev 22
1
Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸν
{Byz καθαρὸν > - }
{NA καθαρὸν > - } ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ
ἀρνίου.
2
Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν,
{Byz ἐκεῖθεν > ἐντεῦθεν } ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον
{Byz ἕκαστον ἀποδιδοὺς > ἀποδιδοὺς ἕκαστον } ἀποδιδοὺς
{NA ἀποδιδοὺς > ἀποδιδοῦν } τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3
Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι·
{Byz ἔτι > ἐκεῖ } καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν
αὐτῷ,
4
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5
Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ,
{NA ἐκεῖ καὶ χρείαν οὐκ ἔχουσιν > ἔτι καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς } καὶ χρείαν
{Byz χρείαν οὐκ ἔχουσιν > οὐ χρεία } οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτιεῖ
{NA φωτιεῖ > φωτίσει ἐπ’ } αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6
¶Καὶ λέγει
{Byz λέγει > εἶπέν }
{NA λέγει > εἶπέν } μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ κύριος
{NA κύριος > ὁ κύριος } ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις
αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7
Καὶ
{Byz Καὶ > - } ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8
¶Κἀγὼ
{Byz Κἀγὼ > Καὶ ἐγὼ } Ἰωάννης ὁ ἀκούων
{Byz ἀκούων καὶ βλέπων > βλέπων καὶ ἀκούων } καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα,
{Byz ἔβλεψα > εἶδον } ἔπεσον
{NA ἔπεσον > ἔπεσα } προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός
{Byz δεικνύοντός > δεικνύντος } μοι ταῦτα.
9
Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν
τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10
¶Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ
{Byz ὁ καιρὸς γὰρ > ὅτι ὁ καιρὸς } καιρὸς γὰρ ἐγγύς ἐστιν.
11
Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω
{NA ῥυπαρευθήτω > ῥυπανθήτω } ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12
Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται
{Byz ἔσται αὐτοῦ > αὐτοῦ ἔσται }
{NA ἔσται > ἐστὶν } αὐτοῦ.
13
Ἐγὼ τὸ Ἄλφα
{Byz Ἄλφα > Ἄ } καὶ τὸ Ὦ, ὁ
{Byz ὁ πρῶτος καὶ ὁ ἔσχατος ἡ ἀρχὴ καὶ τὸ τέλος > ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος
}
πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14
Μακάριοι οἱ ποιοῦντες
{NA ποιοῦντες > πλύνοντες } τὰς ἐντολὰς
{NA ἐντολὰς αὐτοῦ > στολὰς αὐτῶν } αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν
εἰς τὴν πόλιν.
15
Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ
πᾶς φιλῶν
{Byz φιλῶν > ὁ φιλῶν } καὶ ποιῶν ψεῦδος.
16
¶Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ
εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ,
{Byz Δαυίδ > —ΔΑΔ } ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17
¶Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ ὁ διψῶν
ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18
¶Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν
τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσαι
{Byz ἐπιθήσαι > ἐπιθήσει }
{NA ἐπιθήσαι > ἐπιθήσει } ὁ
{Byz ὁ θεὸς ἐπ’ αὐτὸν > ἐπ’ αὐτὸν ὁ θεὸς } θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς
{Byz πληγὰς > ἑπτὰ πληγὰς } τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19
καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι
{Byz ἀφέλοι > ἀφελεῖ }
{NA ἀφέλοι > ἀφελεῖ } ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων
ἐν τῷ βιβλίῳ τούτῳ.
20
¶Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί,
{NA Ναί ἔρχου > Ἔρχου } ἔρχου, κύριε Ἰησοῦ.
{Byz Ἰησοῦ > Ἰησοῦ χριστέ }
21
¶Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ
{NA χριστοῦ > - } μετὰ πάντων τῶν
{NA τῶν ἁγίων Ἀμήν > - } ἁγίων. Ἀμήν.