Acts 23
1
Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ
{ECM ὁ Παῦλος τῷ συνεδρίῳ > τῷ συνεδρίῳ ὁ Παῦλος } εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης
τῆς ἡμέρας.
2
Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3
Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ
κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4
Οἱ δὲ παρεστῶτες εἶπον,
{NA εἶπον > εἶπαν } Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
5
Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα {NA27/28
Ἄρχοντα > ὅτι Ἄρχοντα } τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν
{NA ἔκραξεν > ἔκραζεν } ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου·
{NA Φαρισαίου > Φαρισαίων } περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ
{NA ἐγὼ κρίνομαι > [ἐγὼ] κρίνομαι } κρίνομαι.
7
Τοῦτο δὲ αὐτοῦ λαλήσαντος,
{NA λαλήσαντος > εἰπόντος } ἐγένετο στάσις τῶν Φαρισαίων,
{Byz Φαρισαίων > Φαρισαίων καὶ τῶν Σαδδουκαίων }
{NA Φαρισαίων > Φαρισαίων καὶ Σαδδουκαίων } καὶ ἐσχίσθη τὸ πλῆθος.
8
Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μηδὲ
{NA μηδὲ > μήτε } ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9
Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες οἱ
{NA οἱ γραμματεῖς > τινὲς τῶν γραμματέων } γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν
τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ
{NA μὴ θεομαχῶμεν > - } θεομαχῶμεν.
10
Πολλῆς δὲ γενομένης {NA27/28 γενομένης > γινομένης } στάσεως, εὐλαβηθεὶς
{NA εὐλαβηθεὶς > φοβηθεὶς } ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβῆναι
{NA καταβῆναι καὶ > καταβὰν } καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
11
¶Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει Παῦλε·
{NA Παῦλε > - } ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως
{NA οὕτως > οὕτω } σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12
¶Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες
{NA τινες τῶν Ἰουδαίων συστροφήν > συστροφὴν οἱ Ἰουδαῖοι } τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως
οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
13
Ἦσαν δὲ πλείους τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα } οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
{NA πεποιηκότες > ποιησάμενοι }
14
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον,
{NA εἶπον > εἶπαν } Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15
Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον
{NA αὔριον αὐτὸν καταγάγῃ πρὸς > καταγάγῃ αὐτὸν εἰς } αὐτὸν καταγάγῃ
{Byz αὐτὸν καταγάγῃ > καταγάγῃ αὐτὸν } πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ
ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ
{NA τὸ ἔνεδρον > τὴν ἐνέδραν } ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ.
17
Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς
τὸν χιλίαρχον· ἔχει γάρ τι
{NA τι ἀπαγγεῖλαι > ἀπαγγεῖλαί τι } ἀπαγγεῖλαι αὐτῷ.
18
Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός
με ἠρώτησεν τοῦτον τὸν νεανίαν
{NA νεανίαν > νεανίσκον } ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
19
Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο,
Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20
Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον εἰς
{NA εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον > τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον
}
τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μέλλοντά
{Byz μέλλοντά > μέλλοντές }
{NA μέλλοντά > μέλλον } τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21
Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα,
{NA τεσσαράκοντα > τεσσεράκοντα } οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν
ἕτοιμοί
{NA ἕτοιμοί εἰσιν > εἰσιν ἕτοιμοι } εἰσιν προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22
Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίαν,
{NA νεανίαν > νεανίσκον } παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
23
Καὶ προσκαλεσάμενος δύο τινὰς
{NA τινὰς > [τινὰς] } τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας,
καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·
24
κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα·
25
γράψας ἐπιστολὴν περιέχουσαν
{NA περιέχουσαν > ἔχουσαν } τὸν τύπον τοῦτον·
26
¶Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27
Τὸν ἄνδρα τοῦτον συλληφθέντα
{NA συλληφθέντα > συλλημφθέντα } ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι
ἐξειλόμην
{NA ἐξειλόμην αὐτόν > ἐξειλάμην } αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.
28
Βουλόμενος δὲ
{NA δὲ γνῶναι > τε ἐπιγνῶναι } γνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν
{NA αὐτὸν > - } εἰς τὸ συνέδριον αὐτῶν·
29
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον
{NA ἄξιον > δὲ ἄξιον } θανάτου ἢ δεσμῶν ἔγκλημα
{NA ἔγκλημα ἔχοντα > ἔχοντα ἔγκλημα } ἔχοντα.
30
Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν
{NA μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων > ἔσεσθαι } ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις
λέγειν τὰ
{NA τὰ > [τὰ] } πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο.
{NA Ἔρρωσο > - }
31
¶Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον
διὰ τῆς
{NA τῆς > - } νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
32
Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι
{NA πορεύεσθαι > ἀπέρχεσθαι } σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν
καὶ τὸν Παῦλον αὐτῷ.
34
Ἀναγνοὺς δὲ ὁ
{NA ὁ ἡγεμών > - } ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας
{NA ἐπαρχίας > ἐπαρχείας } ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35
Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. Ἐκέλευσέν
{NA Ἐκέλευσέν τε αὐτὸν > Κελεύσας } τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου
{NA Ἡρῴδου φυλάσσεσθαι > τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν } φυλάσσεσθαι.