Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 23

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 23

1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλάτον. 2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομεν {NA εὕρομεν > εὕραμεν } διαστρέφοντα τὸ ἔθνος, {NA ἔθνος > ἔθνος ἡμῶν } καὶ κωλύοντα Καίσαρι {NA Καίσαρι φόρους > φόρους Καίσαρι } φόρους διδόναι, λέγοντα {NA λέγοντα > καὶ λέγοντα } ἑαυτὸν χριστὸν βασιλέα εἶναι. 3 Ὁ δὲ Πιλάτος ἐπηρώτησεν {NA ἐπηρώτησεν > ἠρώτησεν } αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. 4 Ὁ δὲ Πιλάτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος {NA ἀρξάμενος > καὶ ἀρξάμενος } ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλάτος δὲ ἀκούσας Γαλιλαίαν {NA Γαλιλαίαν > - } ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ¶Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ θέλων {NA θέλων ἐξ ἱκανοῦ > ἐξ ἱκανῶν χρόνων θέλων } ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ {NA πολλὰ > - } περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν ὁ {NA ὁ > [καὶ] ὁ } Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν {NA αὐτὸν ἐσθῆτα > ἐσθῆτα } ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλάτος {NA Πιλάτος καὶ ὁ Ἡρῴδης > Ἡρῴδης καὶ ὁ Πιλᾶτος } καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. {NA ἑαυτούς > αὐτούς } 13 ¶Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν {NA οὐδὲν > οὐθὲν } εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ· 15 ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα {NA ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν > ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς } γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. {NA ~ } 18 Ἀνέκραξαν {NA Ἀνέκραξαν > Ἀνέκραγον } δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· {NA Βαραββᾶν > τὸν Βαραββᾶν } 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος {NA βεβλημένος εἰς φυλακήν > βληθεὶς ἐν τῇ φυλακῇ } εἰς φυλακήν. 20 Πάλιν οὖν {NA οὖν > δὲ } ὁ Πιλάτος προσεφώνησεν, {NA προσεφώνησεν > προσεφώνησεν αὐτοῖς } θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, Σταύρωσον, {NA Σταύρωσον σταύρωσον > Σταύρου σταύρου } σταύρωσον αὐτόν. 22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ {NA καὶ τῶν ἀρχιερέων > - } τῶν ἀρχιερέων. 24 {NA Ὁ δὲ > Καὶ } δὲ Πιλάτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν {NA τὴν > - } φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. 26 ¶Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός {NA Σίμωνός τινος Κυρηναίου ἐρχομένου > Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον } τινος Κυρηναίου ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 ¶Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ {NA καὶ ἐκόπτοντο > ἐκόπτοντο } ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ {NA ὁ > [ὁ] } Ἰησοῦς εἶπεν, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι {NA κοιλίαι αἳ οὐκ > αἱ κοιλίαι αἳ οὐκ } αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. {NA ἐθήλασαν > ἔθρεψαν } 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐφ’ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32 ¶Ἤγοντο δὲ καὶ ἕτεροι δύο {NA δύο κακοῦργοι > κακοῦργοι δύο } κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 ¶Καὶ ὅτε ἀπῆλθον {NA ἀπῆλθον > ἦλθον } ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 {NA Ὁ > [[Ὁ } δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. {NA ποιοῦσιν > ποιοῦσιν]] } Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον. {NA κλῆρον > κλήρους } 35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν {NA σὺν αὐτοῖς > - } αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστός, ὁ {NA ὁ τοῦ θεοῦ > τοῦ θεοῦ ὁ } τοῦ θεοῦ ἐκλεκτός. 36 Ἐνέπαιζον {NA Ἐνέπαιζον > Ἐνέπαιξαν } δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ {NA καὶ ὄξος > ὄξος } ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη {NA γεγραμμένη > - } ἐπ’ αὐτῷ γράμμασιν {NA γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν > - } Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. {NA Ἰουδαίων > Ἰουδαίων οὗτος } 39 ¶Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, λέγων, Εἰ {NA Εἰ σὺ > Οὐχὶ σὺ } σὺ εἶ ὁ χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα {NA ἐπετίμα αὐτῷ λέγων > ἐπιτιμῶν αὐτῷ ἔφη } αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 Καὶ ἔλεγεν τῷ {NA τῷ Ἰησοῦ Μνήσθητί > Ἰησοῦ μνήσθητί } Ἰησοῦ, Μνήσθητί μου, κύριε, {NA κύριε > - } ὅταν ἔλθῃς ἐν {NA ἐν τῇ βασιλείᾳ > εἰς τὴν βασιλείαν } τῇ βασιλείᾳ σου. 43 Καὶ εἶπεν αὐτῷ ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς, Ἀμὴν λέγω {NA λέγω σοι > σοι λέγω } σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 44 ¶Ἦν {NA Ἦν δὲ > Καὶ ἦν ἤδη } δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 45 Καὶ {NA Καὶ ἐσκοτίσθη ὁ ἥλιος > Τοῦ ἡλίου ἐκλιπόντος } ἐσκοτίσθη ὁ ἥλιος, καὶ {NA καὶ ἐσχίσθη > ἐσχίσθη δὲ } ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι {NA παραθήσομαι > παρατίθεμαι } τὸ πνεῦμά μου· καὶ {NA καὶ ταῦτα > τοῦτο δὲ } ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχος {NA ἑκατόνταρχος > ἑκατοντάρχης } τὸ γενόμενον, ἐδόξασεν {NA ἐδόξασεν > ἐδόξαζεν } τὸν θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες {NA θεωροῦντες > θεωρήσαντες } τὰ γενόμενα, τύπτοντες ἑαυτῶν {NA ἑαυτῶν > - } τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ {NA αὐτοῦ > αὐτῷ ἀπὸ } μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι {NA συνακολουθήσασαι > συνακολουθοῦσαι } αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 ¶Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, {NA ὑπάρχων > ὑπάρχων [καὶ] } ἀνὴρ ἀγαθὸς καὶ δίκαιος- 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν- ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς καὶ {NA καὶ προσεδέχετο καὶ αὐτὸς > προσεδέχετο } προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ· 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼν {NA καθελὼν αὐτὸ > καθελὼν } αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ {NA αὐτὸ ἐν > αὐτὸν ἐν } ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω {NA οὐδέπω οὐδεὶς > οὐδεὶς οὔπω } οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν Παρασκευή, {NA Παρασκευή > Παρασκευῆς καὶ } σάββατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ γυναῖκες, {NA γυναῖκες > αἱ γυναῖκες } αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ {NA αὐτῷ ἐκ τῆς Γαλιλαίας > ἐκ τῆς Γαλιλαίας αὐτῷ } ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.