Acts 24
1
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν
{NA τῶν πρεσβυτέρων > πρεσβυτέρων τινῶν } πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2
Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, ¶Πολλῆς εἰρήνης τυγχάνοντες
διὰ σοῦ, καὶ κατορθωμάτων
{NA κατορθωμάτων > διορθωμάτων } γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3
πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4
Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5
Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν
{NA στάσιν > στάσεις } πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
6
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· [CL - Most exclude vv 6b-8a:
καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι.]
7
[Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν,]
8
[κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ
{Byz σοῦ· > σέ· }] παρ’ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν
αὐτοῦ.
9
Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10
¶Ἀπεκρίθη δὲ
{NA δὲ > τε } ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ¶Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει
τούτῳ ἐπιστάμενος, εὐθυμότερον
{NA εὐθυμότερον > εὐθύμως } τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11
δυναμένου σου γνῶναι
{NA γνῶναι > ἐπιγνῶναι } ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δεκαδύο,
{NA δεκαδύο > δώδεκα } ἀφ’ ἧς ἀνέβην προσκυνήσων ἐν
{NA ἐν > εἰς } Ἱερουσαλήμ·
12
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν
{NA ἐπισύστασιν > ἐπίστασιν } ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.
13
Οὔτε
{NA Οὔτε > Οὐδὲ } παραστῆσαί με
{NA με δύνανται > δύνανταί σοι } δύνανται περὶ ὧν νῦν
{NA νῦν > νυνὶ } κατηγοροῦσίν μου.
14
Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ
θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις
{NA προφήταις > ἐν τοῖς προφήταις } γεγραμμένοις·
15
ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι
νεκρῶν,
{NA νεκρῶν > - } δικαίων τε καὶ ἀδίκων.
16
Ἐν τούτῳ δὲ
{NA δὲ > καὶ } αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων
{NA ἔχων > ἔχειν } πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17
Δι’ ἐτῶν δὲ πλειόνων παρεγενόμην
{NA παρεγενόμην > - } ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ
{NA καὶ > παρεγενόμην καὶ } προσφοράς·
18
ἐν οἷς
{NA οἷς > αἷς } εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ
{NA ἀπὸ > δὲ ἀπὸ } τῆς Ἀσίας Ἰουδαῖοι·
19
οὓς δεῖ
{NA δεῖ > ἔδει } ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
{NA με > ἐμέ }
20
Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν
{NA ἐν ἐμοὶ > - } ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21
ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα
{NA ἔκραξα ἑστὼς ἐν αὐτοῖς > ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς } ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ’
{NA ὑφ’ > ἐφ’ } ὑμῶν.
22
¶Ἀκούσας
{NA Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς > Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ } δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών,
{NA εἰπών > εἴπας } Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ’ ὑμᾶς·
23
διαταξάμενός τε
{NA τε τῷ > τῷ } τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν
{NA τὸν Παῦλον > αὐτὸν } Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ
{NA ἢ προσέρχεσθαι > - } προσέρχεσθαι αὐτῷ.
24
¶Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ
{NA γυναικὶ > ἰδίᾳ γυναικὶ } οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν πίστεως.
{NA πίστεως > Ἰησοῦν πίστεως }
25
Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος
ἔσεσθαι,
{NA ἔσεσθαι > - } ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί
σε·
26
ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως
{NA ὅπως λύσῃ αὐτόν > - } λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27
Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας
{NA χάριτας > χάριτα } καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.