Robinson's Byzantine Majority Greek NT with NA27-28 variants : Luke : Chapter 24

Luke 1
Luke 2
Luke 3
Luke 4
Luke 5
Luke 6
Luke 7
Luke 8
Luke 9
Luke 10
Luke 11
Luke 12
Luke 13
Luke 14
Luke 15
Luke 16
Luke 17
Luke 18
Luke 19
Luke 20
Luke 21
Luke 22
Luke 23
Luke 24

Luke 24

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, {Byz βαθέος > βαθέως } {NA βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα > βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον } ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί {NA καί τινες σὺν αὐταῖς > - } τινες σὺν αὐταῖς. 2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3 Καὶ {NA Καὶ εἰσελθοῦσαι > Εἰσελθοῦσαι δὲ } εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. 4 Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι {NA διαπορεῖσθαι > ἀπορεῖσθαι } αὐτὰς περὶ τούτου, καὶ ἰδού, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν {NA ἐσθήσεσιν ἀστραπτούσαις > ἐσθῆτι ἀστραπτούσῃ } ἀστραπτούσαις· 5 ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ {NA τὸ πρόσωπον > τὰ πρόσωπα } πρόσωπον εἰς τὴν γῆν, εἶπον {NA εἶπον > εἶπαν } πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 Οὐκ ἔστιν ὧδε, ἀλλ’ {NA ἀλλ’ > ἀλλὰ } ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι {NA ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου > τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ } δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, {Byz Ἰακώβου > ἡ Ἰακώβου } {NA Ἰακώβου > ἡ Ἰακώβου } καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ {NA αἳ ἔλεγον > ἔλεγον } ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, {NA αὐτῶν καὶ > ταῦτα καὶ } καὶ ἠπίστουν αὐταῖς. 12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα {NA κείμενα > - } μόνα· καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 ¶Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν {NA ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ > ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι } πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ {NA ὁ > - } Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε {NA ἐστε > ἐστάθησαν } σκυθρωποί; 18 Ἀποκριθεὶς δὲ ὁ {NA ὁ εἷς ᾧ ὄνομα > εἷς ὀνόματι } εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον {NA εἶπον > εἶπαν } αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, {NA Ναζωραίου > Ναζαρηνοῦ } ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν {NA σὺν > καὶ σὺν } πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον {NA σήμερον > - } ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι {NA ὄρθριαι > ὀρθριναὶ } ἐπὶ τὸ μνημεῖον· 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως {NA Μωσέως > Μωϋσέως } καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν {NA διηρμήνευεν > διερμήνευσεν } αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο {NA προσεποιεῖτο πορρωτέρω > προσεποιήσατο πορρώτερον } πορρωτέρω πορεύεσθαι. 29 Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν ἡ {NA ἡ > ἤδη ἡ } ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 Καὶ εἶπον {NA εἶπον > εἶπαν } πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν {NA ἐν ἡμῖν > [ἐν ἡμῖν] } ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ {NA καὶ ὡς > ὡς } ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους {NA συνηθροισμένους > ἠθροισμένους } τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι Ἠγέρθη {NA Ἠγέρθη ὁ κύριος ὄντως > Ὄντως ἠγέρθη ὁ κύριος } ὁ κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. 35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 36 ¶Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ὁ {NA ὁ Ἰησοῦς > - } Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. 37 Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς {NA ταῖς καρδίαις > τῇ καρδίᾳ } καρδίαις ὑμῶν; 39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς {NA αὐτὸς ἐγώ εἰμι > ἐγώ εἰμι αὐτός } ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν {NA ἐπέδειξεν > ἔδειξεν } αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ {NA καὶ ἀπὸ μελισσίου κηρίου > - } ἀπὸ μελισσίου κηρίου. 43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 ¶Εἶπεν δὲ αὐτοῖς, {NA αὐτοῖς > πρὸς αὐτούς } Οὗτοι οἱ λόγοι {NA λόγοι > λόγοι μου } οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως {NA Μωσέως καὶ > Μωϋσέως καὶ τοῖς } καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται, καὶ {NA καὶ οὕτως ἔδει > - } οὕτως ἔδει παθεῖν τὸν χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ {NA καὶ ἄφεσιν > εἰς ἄφεσιν } ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον {NA ἀρξάμενον > ἀρξάμενοι } ἀπὸ Ἱερουσαλήμ. 48 Ὑμεῖς δέ {NA δέ ἐστε > - } ἐστε μάρτυρες τούτων. 49 Καὶ ἰδού, {NA ἰδού > [ἰδού] } ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, {NA Ἱερουσαλήμ > - } ἕως οὗ ἐνδύσησθε δύναμιν {NA δύναμιν ἐξ ὕψους > ἐξ ὕψους δύναμιν } ἐξ ὕψους. 50 ¶Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω {NA ἔξω ἕως εἰς > [ἔξω] ἕως πρὸς } ἕως εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες {NA αἰνοῦντες καὶ > - } καὶ εὐλογοῦντες τὸν θεόν. Ἀμήν. {NA Ἀμήν > - }