Acts 25
1
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ,
{NA ἐπαρχίᾳ > ἐπαρχείᾳ } μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
2
Ἐνεφάνισαν δὲ
{NA δὲ αὐτῷ ὁ ἀρχιερεὺς > τε αὐτῷ οἱ ἀρχιερεῖς } αὐτῷ ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
3
αἰτούμενοι χάριν κατ’ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες
ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
4
Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν
{NA ἐν Καισαρείᾳ > εἰς Καισάρειαν } Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
5
Οἱ οὖν δυνατοὶ
{NA δυνατοὶ ἐν ὑμῖν φησίν > ἐν ὑμῖν φησίν δυνατοὶ } ἐν ὑμῖν, φησίν, συγκαταβάντες, εἴ τι ἐστὶν ἐν τῷ ἀνδρὶ τούτῳ,
{NA τούτῳ > ἄτοπον } κατηγορείτωσαν αὐτοῦ.
6
¶Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους
{NA πλείους > οὐ πλείους ὀκτὼ } ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν
Παῦλον ἀχθῆναι.
7
Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ
{NA οἱ > αὐτὸν οἱ } ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα
{Byz αἰτιώματα > αἰτιάματα } φέροντες
{NA φέροντες κατὰ τοῦ Παύλου > καταφέροντες } κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8
ἀπολογουμένου
{NA ἀπολογουμένου αὐτοῦ > τοῦ Παύλου ἀπολογουμένου } αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι
ἥμαρτον.
9
Ὁ Φῆστος δὲ τοῖς
{NA τοῖς Ἰουδαίοις θέλων > θέλων τοῖς Ἰουδαίοις } Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα
ἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαι
{NA κρίνεσθαι > κριθῆναι } ἐπ’ ἐμοῦ;
10
Εἶπεν δὲ ὁ Παῦλος, Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους
οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11
Εἰ μὲν γὰρ
{NA γὰρ > οὖν } ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν
ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.
12
Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα
πορεύσῃ.
13
¶Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν,
ἀσπασάμενοι
{Byz ἀσπασάμενοι > ἀσπασόμενοι } τὸν Φῆστον.
14
Ὡς δὲ πλείους ἡμέρας διέτριβεν
{Byz διέτριβεν > διέτριβον }
{NA διέτριβεν > διέτριβον } ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστιν καταλελειμμένος
ὑπὸ Φήλικος δέσμιος,
15
περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι
τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ δίκην.
{NA δίκην > καταδίκην }
16
Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς
{NA εἰς ἀπώλειαν > - } ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας
λάβοι περὶ τοῦ ἐγκλήματος.
17
Συνελθόντων οὖν αὐτῶν
{NA αὐτῶν > [αὐτῶν] } ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα
ἀχθῆναι τὸν ἄνδρα·
18
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον
{NA ἐπέφερον > ἔφερον } ὧν ὑπενόουν {NA27/28 ὑπενόουν ἐγώ > ἐγὼ ὑπενόουν πονηρῶν }
{ECM ὑπενόουν ἐγώ > ἐγὼ ὑπενόουν πονηράν } ἐγώ,
19
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ
τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.
20
Ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτου
{NA τούτου > τούτων } ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ,
{NA Ἱερουσαλήμ > Ἱεροσόλυμα } κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21
Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα
τηρεῖσθαι αὐτόν, ἕως οὗ πέμψω
{NA πέμψω > ἀναπέμψω } αὐτὸν πρὸς Καίσαρα.
22
Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη,
{NA ἔφη > - } Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ
{NA Ὁ δέ > - } δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23
¶Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ
εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς
{NA τοῖς χιλιάρχοις > χιλιάρχοις } χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν οὖσιν
{NA οὖσιν > - } τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
24
Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε
τοῦτον περὶ οὗ πᾶν
{NA πᾶν > ἅπαν } τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες
{NA ἐπιβοῶντες > βοῶντες } μὴ δεῖν ζῇν
{NA ζῇν αὐτὸν > αὐτὸν ζῆν } αὐτὸν μηκέτι.
25
Ἐγὼ δὲ καταλαβόμενος
{NA καταλαβόμενος > κατελαβόμην } μηδὲν ἄξιον θανάτου
{NA θανάτου αὐτὸν > αὐτὸν θανάτου } αὐτὸν πεπραχέναι, καὶ
{NA καὶ > - } αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
{NA πέμπειν αὐτόν > πέμπειν }
26
Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν, καὶ μάλιστα
ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι γράψαι.
{NA σχῶ τι γράψαι > σχῶ τί γράψω }
27
Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.