Acts 26

1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ὑπὲρ {NA ὑπὲρ > περὶ } σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, {NA ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα > ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο } ἐκτείνας τὴν χεῖρα, 2 ¶Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι {NA ἀπολογεῖσθαι σήμερον > σήμερον ἀπολογεῖσθαι } σήμερον· 3 μάλιστα γνώστην ὄντα σὲ πάντων τῶν κατὰ Ἰουδαίους ἠθῶν {Byz ἠθῶν > ἐθῶν } {NA ἠθῶν > ἐθῶν } τε καὶ ζητημάτων· διὸ δέομαί σου, {NA σου > - } μακροθύμως ἀκοῦσαί μου. 4 Τὴν μὲν οὖν βίωσίν μου τὴν {NA τὴν ἐκ > [τὴν] ἐκ } ἐκ νεότητος, τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, {NA Ἱεροσολύμοις > τε Ἱεροσολύμοις } ἴσασιν πάντες οἱ {NA οἱ > [οἱ] } Ἰουδαῖοι, 5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6 Καὶ νῦν ἐπ’ ἐλπίδι τῆς πρὸς {NA πρὸς > εἰς } τοὺς πατέρας {NA πατέρας > πατέρας ἡμῶν } ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ {NA βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων > ὑπὸ Ἰουδαίων βασιλεῦ } Ἀγρίππα, ὑπὸ Ἰουδαίων. 8 Τί ἄπιστον κρίνεται παρ’ ὑμῖν, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; 9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς {NA πολλοὺς > πολλούς τε } τῶν ἁγίων ἐγὼ φυλακαῖς {NA φυλακαῖς > ἐν φυλακαῖς } κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. 11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12 Ἐν οἷς καὶ {NA καὶ πορευόμενος > πορευόμενος } πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ {NA παρὰ > - } τῶν ἀρχιερέων, 13 ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14 Πάντων δὲ {NA δὲ > τε } καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν {NA λαλοῦσαν πρός με καὶ λέγουσαν > λέγουσαν πρός με } πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 Ἐγὼ δὲ εἶπον, {NA εἶπον > εἶπα } Τίς εἶ, κύριε; Ὁ δὲ εἶπεν, {NA εἶπεν > κύριος εἶπεν } Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16 Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες {NA εἶδες > εἶδές [με] } ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν {NA τῶν > ἐκ τῶν } ἐθνῶν, εἰς οὓς ἐγώ σε {NA σε ἀποστέλλω > ἀποστέλλω σε } ἀποστέλλω, 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ὑποστρέψαι {Byz ὑποστρέψαι > ἐπιστρέψαι } {NA ὑποστρέψαι > ἐπιστρέψαι } ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ {NA καὶ Ἱεροσολύμοις εἰς > τε καὶ Ἱεροσολύμοις } Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλων {NA ἀπαγγέλλων > ἀπήγγελλον } μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 Ἕνεκα τούτων οἱ {Byz οἱ Ἰουδαῖοί με > με οἱ Ἰουδαῖοι } {NA οἱ Ἰουδαῖοί με > με Ἰουδαῖοι } Ἰουδαῖοί με συλλαβόμενοι ἐν {NA ἐν > [ὄντα] ἐν } τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ {NA παρὰ > ἀπὸ } τοῦ θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ {NA λαῷ > τε λαῷ } καὶ τοῖς ἔθνεσιν. 24 ¶Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη, {NA ἔφη > φησιν } Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 Ὁ δέ, Οὐ {NA Οὐ > Παῦλος, Οὐ } μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι {NA τι > [τι] } τούτων οὐ πείθομαι οὐδέν· {NA οὐδέν οὐ γὰρ > οὐθέν οὐ γάρ ἐστιν } οὐ γὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. 28 Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, {NA ἔφη > - } Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. {NA γενέσθαι > ποιῆσαι } 29 Ὁ δὲ Παῦλος εἶπεν, {NA εἶπεν > - } Εὐξαίμην ἂν τῷ θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ {NA πολλῷ > μεγάλῳ } οὐ μόνον σε, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ {NA κἀγώ > καὶ ἐγώ } εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. 30 ¶Καὶ {NA Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη > Ἀνέστη τε } ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον {NA ἄξιον ἢ δεσμῶν > ἢ δεσμῶν ἄξιόν [τι] } ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.