Acts 28
1
Καὶ διασωθέντες, τότε ἐπέγνωσαν
{NA ἐπέγνωσαν > ἐπέγνωμεν } ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
2
Οἱ δὲ
{NA δὲ > τε } βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες
{NA ἀνάψαντες > ἅψαντες } γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος.
3
Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος,
{NA πλῆθος > τι πλῆθος } καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ
{NA ἐκ > ἀπὸ } τῆς θέρμης διεξελθοῦσα
{Byz διεξελθοῦσα > ἐξελθοῦσα }
{NA διεξελθοῦσα > ἐξελθοῦσα } καθῆψεν τῆς χειρὸς αὐτοῦ.
4
Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον
{NA ἔλεγον πρὸς ἀλλήλους > πρὸς ἀλλήλους ἔλεγον } πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης
ἡ Δίκη ζῇν οὐκ εἴασεν.
5
Ὁ μὲν οὖν, ἀποτινάξας
{ECM ἀποτινάξας > ἀποτιναξάμενος } τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν.
6
Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν
προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι
{NA μεταβαλλόμενοι > μεταβαλόμενοι } ἔλεγον θεὸν
{NA θεὸν αὐτὸν εἶναι > αὐτὸν εἶναι θεόν } αὐτὸν εἶναι.
7
¶Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ,
ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
8
Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ
{NA δυσεντερίᾳ > δυσεντερίῳ } συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς
χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
9
Τούτου οὖν
{NA οὖν > δὲ } γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες
{NA ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ > ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας } ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
10
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν
{NA τὴν χρείαν > τὰς χρείας } χρείαν.
11
¶Μετὰ δὲ τρεῖς μῆνας ἤχθημεν
{Byz ἤχθημεν > ἀνήχθημεν }
{NA ἤχθημεν > ἀνήχθημεν } ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
12
Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
13
ὅθεν περιελθόντες
{NA περιελθόντες > περιελόντες } κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν
εἰς Ποτιόλους·
14
οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ’
{NA ἐπ’ > παρ’ } αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν.
{NA ἤλθομεν > ἤλθαμεν }
15
Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον
{NA ἐξῆλθον > ἦλθαν } εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας
τῷ θεῷ, ἔλαβεν θάρσος.
16
¶Ὅτε δὲ ἤλθομεν
{NA ἤλθομεν > εἰσήλθομεν } εἰς Ῥώμην, ὁ
{NA ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ > - } ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ·
{Byz στρατοπεδάρχῃ > στρατοπεδάρχῳ } τῷ
{NA τῷ δὲ Παύλῳ ἐπετράπη > ἐπετράπη τῷ Παύλῳ } δὲ Παύλῳ ἐπετράπη μένειν καθ’ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17
¶Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν
{NA τὸν Παῦλον > αὐτὸν } Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς,
Ἄνδρες
{NA Ἄνδρες ἀδελφοί ἐγὼ > Ἐγώ ἄνδρες ἀδελφοί } ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ
Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων·
18
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν
ἐν ἐμοί.
19
Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους
μου ἔχων τι κατηγορῆσαι.
{NA κατηγορῆσαι > κατηγορεῖν }
20
Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος
τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
21
Οἱ δὲ πρὸς αὐτὸν εἶπον,
{NA εἶπον > εἶπαν } Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν
ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
22
Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν
{NA ἐστιν ἡμῖν > ἡμῖν ἐστιν } ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23
¶Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον
{NA ἧκον > ἦλθον } πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ
θεοῦ, πείθων τε αὐτοὺς τὰ
{NA τὰ > - } περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
24
Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
25
Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς
τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν,
{NA ἡμῶν > ὑμῶν }
26
λέγον,
{NA λέγον > λέγων } Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες
βλέψετε, καὶ οὐ μὴ ἴδητε.
27
Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς
αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ
συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι
{Byz ἰάσομαι > ἰάσωμαι } αὐτούς.
28
Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ
{NA τὸ > τοῦτο τὸ } σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
29
Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
{NA ~ }
30
¶Ἔμεινεν
{NA Ἔμεινεν > Ἐνέμεινεν } δὲ ὁ
{NA ὁ Παῦλος > - } Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους
πρὸς αὐτόν,
31
κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ, μετὰ
πάσης παρρησίας, ἀκωλύτως.