Matt 28
1
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία
{NA Μαρία ἡ > Μαριὰμ ἡ } ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον.
2
Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν
{NA προσελθὼν > καὶ προσελθὼν } ἀπεκύλισεν τὸν λίθον ἀπὸ
{NA ἀπὸ τῆς θύρας > - } τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3
Ἦν δὲ ἡ ἰδέα
{NA ἰδέα > εἰδέα } αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ
{NA ὡσεὶ > ὡς } χιών.
4
Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο
{NA ἐγένοντο ὡσεὶ > ἐγενήθησαν ὡς } ὡσεὶ νεκροί.
5
Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν
τὸν ἐσταυρωμένον ζητεῖτε.
6
Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ
{NA ὁ κύριος > - } κύριος.
7
Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού,
προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν.
8
Καὶ ἐξελθοῦσαι
{NA ἐξελθοῦσαι > ἀπελθοῦσαι } ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς
αὐτοῦ.
9
Ὡς
{NA Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ > - } δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, Ἰησοῦς ἀπήντησεν
{NA ἀπήντησεν > ὑπήντησεν } αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν
αὐτῷ.
10
Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα
ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ
{Byz καὶ ἐκεῖ > κἀκεῖ }
{NA καὶ ἐκεῖ > κἀκεῖ } με ὄψονται.
11
¶Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν
τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12
Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν
τοῖς στρατιώταις,
13
λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
14
Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν,
{NA αὐτόν > [αὐτόν] } καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15
Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ
Ἰουδαίοις μέχρι τῆς σήμερον.
{NA σήμερον > σήμερον [ἡμέρας] }
16
¶Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς
ὁ Ἰησοῦς.
17
Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ·
{NA αὐτῷ > - } οἱ δὲ ἐδίστασαν.
18
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ
ἐπὶ γῆς.
{NA γῆς > [τῆς] γῆς }
19
Πορευθέντες μαθητεύσατε
{NA μαθητεύσατε > οὖν μαθητεύσατε } πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος·
20
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι
πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
{NA Ἀμήν > - }