Acts 1
1
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν
τε καὶ διδάσκειν,
2
ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·
{NA ἀνελήφθη > ἀνελήμφθη }
3
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν
τεσσαράκοντα
{NA τεσσαράκοντα > τεσσεράκοντα } ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
4
Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν
τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου·
5
ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε
{NA βαπτισθήσεσθε ἐν πνεύματι > ἐν πνεύματι βαπτισθήσεσθε } ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6
¶Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων
{NA ἐπηρώτων > ἠρώτων } αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7
Εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν
τῇ ἰδίᾳ ἐξουσίᾳ.
8
Ἀλλὰ λήψεσθε
{NA λήψεσθε > λήμψεσθε } δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι
{NA μοι > μου } μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν
{NA ἐν πάσῃ > [ἐν] πάσῃ } πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
9
Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν
αὐτῶν.
10
Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν
αὐτοῖς ἐν ἐσθῆτι {NA27/28 ἐσθῆτι λευκῇ > ἐσθήσεσιν λευκαῖς } λευκῇ,
11
οἳ καὶ εἶπον,
{NA εἶπον > εἶπαν } Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες
{NA ἐμβλέποντες > [ἐμ]βλέποντες } εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς
{NA ἀναληφθεὶς > ἀναλημφθεὶς } ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς
τὸν οὐρανόν.
12
¶Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ,
σαββάτου ἔχον ὁδόν.
13
Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν
{NA ἀνέβησαν εἰς τὸ ὑπερῷον > εἰς τὸ ὑπερῷον ἀνέβησαν } εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος
{NA Ἰάκωβος καὶ Ἰωάννης > Ἰωάννης καὶ Ἰάκωβος } καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος,
{NA Ματθαῖος > Μαθθαῖος } Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
14
Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ
{NA καὶ τῇ δεήσει > - } τῇ δεήσει, σὺν γυναιξὶν καὶ Μαρίᾳ
{NA Μαρίᾳ > Μαριὰμ } τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν
{NA καὶ σὺν > καὶ } τοῖς ἀδελφοῖς αὐτοῦ.
15
¶Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν
{NA μαθητῶν > ἀδελφῶν } εἶπεν- ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς {NA27/28 ὡς > ὡσεὶ } ἑκατὸν εἴκοσι-
16
Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην,
{NA ταύτην > - } ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ
τοῖς συλλαβοῦσιν τὸν
{NA τὸν > - } Ἰησοῦν.
17
Ὅτι κατηριθμημένος ἦν σὺν
{NA σὺν > ἐν } ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης-
18
Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν
μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19
Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο
τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμά,
{NA Ἀκελδαμά > Ἁκελδαμάχ } τοῦτ’ ἔστιν, χωρίον αἵματος-
20
Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν
ἐν αὐτῇ· καί, Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι
{NA λάβοι > λαβέτω } ἕτερος.
21
Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν
{NA ἐν ᾧ > ᾧ } ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
22
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη
{NA ἀνελήφθη > ἀνελήμφθη } ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι
{NA γενέσθαι σὺν ἡμῖν > σὺν ἡμῖν γενέσθαι } σὺν ἡμῖν ἕνα τούτων.
23
Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν,
{NA Βαρσαβᾶν > Βαρσαββᾶν } ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
{NA Ματθίαν > Μαθθίαν }
24
Καὶ προσευξάμενοι εἶπον,
{NA εἶπον > εἶπαν } Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα
25
λαβεῖν τὸν κλῆρον
{NA κλῆρον > τόπον } τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ
{NA ἐξ > ἀφ’ } ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26
Καὶ ἔδωκαν κλήρους αὐτῶν, {NA27/28 αὐτῶν > αὐτοῖς } καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν,
{NA Ματθίαν > Μαθθίαν } καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.