1
De recens baptizatis
Τοῦ μακαρίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶν νεοφωτίστων
καὶ εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁπόταν τὸ σκυθρωπὸν τοῦ χειμῶνος ὁ τοῦ ἔαρος καιρὸς διαδέξηται, ποικίλοι ὄρνεις ἀνὰ τὸν αἰθέρα πετόμενοι μελιφώνοις ᾠδαῖς τὸ ἡδὺ τοῦ καιροῦ τοῖς ἀνθρώποις σημαίνουσιν· τότε καὶ χελιδόνες ἡδύλαλοι ὀξείᾳ πτήσει τὸν ἀέρα τέμνουσαι καὶ τὰς τῶν ἀνθρώπων κεφαλὰς παρατρέχουσαι δίκην ἄνθους τὴν οἰκείαν κλαγγὴν τοῖς ὠσὶν τῶν ἀνθρώπων ἐμβάλλουσιν. Τότε ἔστιν ἰδεῖν καθαρὸν τὸν ἀέρα καὶ νήνεμον καὶ τὰς τῶν ἀνθρώπων ὄψεις φαιδρὰς εἰς μίμημα τῆς γαλήνης μεταρρυθμιζομένας· καὶ γὰρ ὀρνέων φθογγαὶ τέρπουσιν ἀκοὴν καὶ ἀὴρ καθαρὸς φαιδρύνει τὸ ὄμμα καὶ ποικίλων ἀνθῶν στιλβότης ἡδύνει τὴν ὅρασιν καὶ ἡ πολυμιγὴς πνοὴ τῶν βοτανῶν ἀνακτᾶται τὴν ὄσφρησιν. Καὶ ταύτην μὲν τὴν τερπνότητα τοῖς ἀνθρώποις παρέχει, ἀγαπητοί, τὸ ἐπίγειον καὶ ἐπίκηρον ἔαρ· τὸ δὲ θεῖον καὶ ἀκήρατον ἔαρ ἡμῶν Χριστὸς τὸν λειμῶνα τῆς ἐκκλησίας ἴων καὶ ῥόδων καὶ κρίνων πνευματικῶν πυκάσας τῇ πίστει φαιδρύνει τὴν ὅρασιν καὶ ἀρωμά των θείων τὴν δεξαμενὴν τῆς καρδίας ἡμῶν πληροῖ. Τίς γὰρ τῶν πιστῶν νῦν οὐκ εὐφραίνεται; Τίς δὲ νῦν οὐκ ἀγάλλεται, ὅτε ὁρᾷ τοὺς νεοφωτίστους ἐν εἰκόνι κρίνων λαμ προῖς τοῖς κάλυξιν τῶν πέπλων καταλάμποντας καὶ ἐν μέσῃ τῇ καρδίᾳ κεκτημένους τὴν χρυσαυγοῦσαν πίστιν; Ἐνταῦθα εὑρή σεις, ἀγαπητέ, ὀφθαλμοῖς καρδίας ἀτενίσας ἴου δίκην βαθυτάτου τὴν τῶν πιστῶν καρδίαν αἵματι Ἰησοῦ πορφυρίζουσαν· τὸ γὰρ φλογόφυλλον ῥόδον ἐκ τῆς παρθένου Μαρίας ἀφθόρως ἐξήνθη σεν. Ποῖος λειμὼν τοιαύτην εὐωδίαν κέκτηται οἵαν ὁ ἡμέτερος λειμὼν τὴν τοῦ πνεύματος ἀρωματίζουσαν χάριν; Ὄσφρησαι τὸν νεοφώτιστον καὶ εὑρήσεις ἐν αὐτῷ τὴν τοῦ πνεύματος ἀθάνατον εὐωδίαν, λέγω δὴ τὸ τοῦ οὐρανίου χρίσματος μύρον. Ὧδε τῶν πατέρων οἱ φοίνικες τοῖς βαΐοις τῆς νίκης κατεστεμμένοι γλυκυτέρους τοὺς καρποὺς τῆς ἀγάπης κυπρίζουσιν· ὧδε τὰ καλλί φθογγα ὄρνεα τῶν ψαλμῳδῶν ὁμοφώνως τῷ θεῷ τοὺς ψαλμοὺς λυρῳδοῦσιν· ὧδε ἡ παρθενία δίκην στύρακος καθαρὸν τὸ θυμία μα τῆς εὐχῆς τῷ θεῷ προσκομίζουσα χαίρει· ὧδε ἡ σωφροσύνη ἱλαρὸν τὸν κλάδον τῆς ἁγνείας ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ τῷ θεῷ θυσιάζουσα τέρπεται· ὧδε τὰ τῶν ἐλεῶν στελέχη πολύκαρπον τὸν κλάδον τῆς εὐποιΐας τοῖς πένησι προβαλλόμενα τέρπουσι μὲν τὸν κύριον, τρέφουσι δὲ τὸν πτωχόν. Ἡ παρθενία ᾀδέτω λέγουσα· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κύριε. Ὁ ἐλεήμων λεγέτω· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Νῦν τὸ σκυθρωπὸν τοῦ διαβολικοῦ χειμῶνος πέφευγεν καὶ τὸ ἱλαρὸν τοῦ οὐρανίου λειμῶνος ἀνέλαμψεν· νῦν τὸ πένθος τῶν νεκρῶν ἐδραπετεύθη, τὸ γὰρ φέγγος τῆς ἀναστάσεως ἐλήλυθεν. Ἄσωμεν πάντες ὁμοῦ τὸ ᾆσμα τὸ καινόν, πρέπει γὰρ τῇ καινῇ πολιτείᾳ τὸ καινὸν καὶ μακάριον ᾆσμα. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη, ἡ γὰρ παλαιὰ ἁμαρτία ἠφάνισται, ἰδοὺ γέγονεν πάντα καινά. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη καὶ Εὔα εἰς οὐρανοὺς ἀνεκομίσθη, ὁ γὰρ διάβολος εἰς τὸ πῦρ ἐσκελίσθη. Χρησώμεθα παρὰ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως τὸ ᾆσμα ἐκεῖνο, πρέπει γὰρ ἡμῖν νῦν ᾗπερ τότε ἐκείνοις. Συμπαρέστω ἡμῖν καὶ ὁ τῶν ἁγίων ἐκείνων χορὸς καὶ λεγέτω ὃ τότε ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκελάδιζεν, τό· Ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Τί γὰρ πεποίηκεν; Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς