1

 2

 3

 4

 5

 6

 7

 8

1

Homilia dicta tempore famis et siccitatis

ΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΙΜΩ ΚΑΙ ΑΥΧΜΩ. Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύ ριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; Προφητικὸν ποιήσωμεν τὸ τοῦ λόγου προοίμιον, καὶ τὸν θεοφορούμενον Ἀμὼς συνεργὸν εἰς τὴν τῶν προ κειμένων χρείαν παραλάβωμεν, τὰ ὅμοια τῶν ἡμῖν διοχλούντων κακῶν θεραπεύσαντα πάθη· τὴν 31.305 ὑπὲρ τῶν συμφερόντων βουλήν τε καὶ γνώμην ἐκτιθέ μενοι. Καὶ γὰρ αὐτὸς ὁ προφήτης ἐν τῇ φορᾷ τῶν ἀνω τέρω χρόνων, τοῦ λαοῦ καταλιπόντος τὴν πατρῴαν εὐσέβειαν, καὶ πατήσαντος μὲν τὴν τῶν νόμων ἀκρί βειαν, εἰς δὲ τὴν τῶν εἰδώλων θεραπείαν ὑπολισθή σαντος, κῆρυξ ἐγένετο μετανοίας· τὴν ἐπιστροφὴν παραινῶν, καὶ τῶν τιμωριῶν προφέρων τὴν ἀπειλήν. Ἐμοὶ δὲ δι' εὐχῆς ἀγέσθω τὸ μέχρι μέν τινος τῷ ζήλῳ τῆς παλαιᾶς ἱστορίας προσχρῆσθαι. Μηκέτι μέντοι καὶ τὴν ἔκβασιν τῶν τότε γενομένων ἰδεῖν ἀκόλουθον. Ἀπειθήσας γὰρ ὁ λαὸς, καὶ ὥσπερ πῶλος σκληρὸς καὶ δυσήνιος ἐνδακὼν τὸν χαλινὸν, οὐχ εἱλ κύσθη πρὸς τὸ συμφέρον· ἐκτραπεὶς δὲ τῆς εὐθείας, τοσοῦτον ἔδραμεν ἄτακτα, καὶ τοῦ ἡνιόχου κατ εφρυάξατο, μέχρις οὗ, τοῖς βαράθροις καὶ τοῖς κρη μνοῖς ἐκπεσὼν, ἀξίαν τῆς δυσπειθείας τὴν πανωλε θρίαν ὑπέμεινεν.

Ὃ μὴ γένοιτο νῦν ἐφ' ἡμῶν, παῖδες ἐμοὶ, οὓς διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οὓς διὰ τῆς εὐλογίας τῶν χειρῶν ἐσπαργάνωσα. Ἀλλ' ἔστω ἀκοὴ εὐγνώμων, ψυχὴ εὐπειθὴς, ἁπαλῶς δεχομένη τὰς παραινέσεις, εἴκουσα τῷ λέγοντι, ὡς κηρὸς τῷ σφρα γίζοντι, ἵνα διὰ μιᾶς ταύτης σπουδῆς κἀγὼ λάβω καρπὸν τῶν πονουμένων εὐφραίνοντα, καὶ ὑμεῖς ἐν καιρῷ τῆς ἀπαλλαγῆς τῶν δεινῶν τὴν γενομένην παραίνεσιν ἐπαινέσητε. Τί οὖν ἐστιν ὅπερ ἐνδείκνυ ται μὲν ὁ λόγος, ἔτι δὲ μετεώρους κατέχει τὰς ψυ χὰς τῇ ἐλπίδι τῆς ἀκοῆς, βραδύνων δημοσιεύειν τὸ προσδοκώμενον; Οὐρανὸν ὁρῶμεν, ἀδελφοὶ, στεγανὸν, γυμνὸν, καὶ ἀνέφελον, στυγνὴν ἐμποιοῦντα τὴν αἰθρίαν ταύτην, καὶ καταλυποῦντα τῇ καθαρότητι, ἣν λίαν ἐπ εθυμοῦμεν τὸ πρῶτον, ἡνίκα ἂν, ἐπὶ πολὺ σκεπασθεὶς τοῖς νέφεσι, ζοφώδεις ἡμᾶς καὶ ἀνηλίους εἰργάσατο. Γῆ δὲ καταξηρανθεῖσα εἰς ἄκρον ἀηδὴς μέν ἐστιν ὀφθῆναι, στείρα δὲ πρὸς γεωργίαν καὶ ἄγονος, εἰς σχίσματα διαῤῥαγεῖσα, καὶ εἰς τὸ βάθος δεχο μένη καταλάμπουσαν τὴν ἀκτῖνα. Πηγαὶ δὲ ἡμᾶς ἐπέλιπον πλούσιαί τε καὶ ἀένναοι, καὶ ποταμῶν με γάλων ἐδαπανήθη τὰ ῥεύματα, παῖδες δὲ αὐτὰ σμι κρότατοι καταπεζεύουσι, καὶ γυναῖκες περαιοῦνται μετὰ φορτίων· τοὺς δὲ πολλοὺς ἡμῶν καὶ τὸ ποτὸν ἐπέλειψε, καὶ ἐν ἀπορίᾳ τοῦ ζῇν καθεστήκα μεν. Ἰσραηλῖται νέοι, Μωϋσῆν ζητοῦντες νέον, καὶ ῥάβδον θαυμασίων ποιητικὴν, ἵνα πάλιν πέτραι πλη 31.308 γεῖσαι τὴν χρείαν τοῦ διψῶντος λαοῦ θεραπεύσωσι, νεφέλαι δὲ παράδοξοι τροφὴν ἀσυνήθη τὸ μάννα τοῖς ἀνθρώποις καταψεκάσωσιν. Εὐλαβηθῶμεν μὴ γενώμεθα τοῖς ὀψιγόνοις καινὸν ἐπὶ λιμοῦ καὶ τιμω ρίας διήγημα. Εἶδον τὰς ἀρούρας, καὶ πολλὰ κατ εδάκρυσα τῆς ἀκαρπίας αὐτῶν· καὶ ἐξέχεα θρῆνον, ἐπειδὴ μὴ ὑετὸς ἐφ' ἡμᾶς ἐξεχύθη. Τὰ μὲν τῶν σπερμάτων πρὸ τῆς ἐκβολῆς ἐξηράνθη, ταῖς βώλοις τοιαῦτα μείναντα οἷα τὸ ἄροτρον ἔκρυψε· τὰ δὲ μι κρὸν προκύψαντα καὶ βλαστήσαντα ἐλεεινῶς ἀπεμα ράνθη τῷ καύματι· ὡς νῦν εὐκαίρως τινὰ τὴν εὐαγγελικὴν ἀναστρέψαι φωνὴν, λέγοντα· Οἱ μὲν ἐργάται πολλοὶ, τὸ δὲ θέρος οὐδ' ὀλίγον. Οἱ γεωργοὶ δὲ, ταῖς ἀρούραις ἐπικαθήμενοι, καὶ τὰς χεῖρας κατὰ τῶν γονάτων συμπλέκοντες (τοῦτο δὴ τῶν πενθούν των τὸ σχῆμα), τοὺς ματαίους ἑαυτῶν πόνους δα κρύουσι, πρὸς παῖδας νηπίους ἀφορῶντες, καὶ ὀδυ ρόμενοι· πρὸς γυναῖκας