1

 2

 3

 4

1

In Psalmum XXVIII

ΕΙΣ ΚΗʹ ΨΑΛΜΟΝ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

Ἔξω τῆς ἁγίας αὐλῆς οὐ χρὴ προσκυνεῖν τῷ Κυρίῳ, ἀλλ' ἔνδον γενόμενον·

τουτέστι, μὴ ἐκβαίνειν 30.73 τοῦ συστήματος τῆς Ἐκκλησίας, καὶ καθ' ἑαυτὸν κατάρχειν παρασυναγωγῆς καὶ σχισμάτων, τὸν ὀφεί λοντα ἀληθινῶς τῷ Θεῷ λατρεύειν. Οὐ γὰρ προσ ῆκεν. Ὥσπερ δὲ οἶκόν τις ἑαυτὸν κατασκευάζει τοῦ Κυρίου, τοῦ γενέσθαι ναὸς Θεοῦ· οὕτω καὶ αὐλὴν περιβαλέσθαι δύναται, περιτειχίζων ἑαυτὸν τῷ βίῳ, καὶ τῷ λόγῳ, καὶ τοῖς θείοις νοήμασιν, ἐν ἑαυτῷ προσκυνῶν τὸν Θεὸν, ἀρκοῦσαν ἀφορμὴν εἰς προσ κύνησιν τὴν ἐνυπάρχουσαν αὐτῷ, ἔκ τε τῆς σωματι κῆς κατασκευῆς, καὶ ἐκ τῆς περὶ ψυχὴν οἰκονομίας συνέντος τοῦ κτίσαντος αὐτόν. Ἤδη δὲ καὶ ὁ Κύριος αὐλὴν εἶπεν τὴν Ἰουδαίων, εἰπών· Καὶ ἄλλα πρό βατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἐν δεικνύμενος δηλονότι καὶ ἄλλην εἶναι αὐλὴν τὴν ὄν τως ἁγίαν, τὴν μέλλουσαν συνάγειν τὰ Χριστοῦ πρό βατα, τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτη ρίαν· τουτέστι, τὴν Ἐκκλησίαν ταύτην, ἐν ᾗ οἱ ἀλη θινοὶ προσκυνηταὶ προσκυνοῦσιν ἐν πνεύματι καὶ ἀληθείᾳ. Οὐδεὶς δὲ θεοποιῶν τι ἄλλο παρὰ τὸν Θεὸν δύναται προσκυνῆσαι τῷ Θεῷ ἐν αὐλῇ ἁγίᾳ αὐ τοῦ. Θεοποιοῦσι δὲ, οἱ μὲν, κοιλίαν· ὧν ὁ Θεὸς ἡ κοιλία· οἱ δὲ, ἀργύριον· οἱ τῇ πλεονεξίᾳ, ἥτις ἐστὶν εἰδωλολατρεία, προσκείμενοι, καὶ ἕκαστός γε ὃ πάντων μᾶλλον τετίμηκε, τούτῳ τὴν τοῦ Θεοῦ περιτίθησι δόξαν. Ὁ δὲ τοιοῦτος οὐκ ἔστιν ἐν τῇ ἁγίᾳ αὐλῇ, οὔτε προσκυνεῖ τῷ Θεῷ, κἂν ἀχώριστος τῶν αἰσθη τῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Ἄξιον ὑπὲρ τοῦ νοῆσαι τί ἐστιν ἡ φωνὴ τοῦ Κυρίου, συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γε γραμμένα περὶ φωνῆς. Εὕραμεν τοίνυν ἐν τῇ Γενέσει γεγραμμένον ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ, ἐν ὁράματι λέγοντος· Μὴ φοβοῦ, Ἀβραάμ· ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολύς· καὶ ἀπ εκρίνατο Ἀβραάμ· ∆έσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Καὶ μετ' ὀλίγα· Καὶ εὐθὺς φωνὴ ἐγένετο πρὸς αὐτόν. Καὶ πάλιν ἐν τῇ Ἐξ όδῳ φησίν· Ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Καὶ, Ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγ γες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Καὶ μετὰ τὴν ∆εκάλο γον· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος. Καὶ ἐν τῷ Ἡσαΐᾳ γέγραπται· Φωνὴ λέγοντος· Βόησον. Ἔστιν οὖν φωνὴ, πληγὴ ἀέρος, ἤ τι τὸ γινόμενον εἶ δος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν τὸ φωνοῦν. Οἱ μὲν διὰ σαρκὸς ὁμιλοῦντες ἀλλήλοις, πλήττοντες τὸν ἀέρα, καὶ οἱονεὶ τύπον τινὰ καὶ εἶδος 30.76 ἐπιβάλλοντες αὐτῷ, ὠθοῦσι διὰ τοῦ πνεύματος πρὸς τὸ φθάνειν μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται· ἡ δὲ τοῦ Κυρίου φωνὴ, ἑτερογενής τίς ἐστι, φαντα σιοῦντος τοῦ Θεοῦ οἷς ἀκούειν βούλεται τῆς φωνῆς αὐ τοῦ, ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην. Καὶ γὰρ ἐκεῖ, οὐχὶ τοῦ ἔξωθεν ἀέρος πληγέντος, εἰσέπεσε διὰ τῆς ἀκοῆς τῶν λεγομένων ἡ αἴσθησις, ἀλλ' αὐτοῦ τοῦ ἡγεμονι κοῦ παραδεξαμένου τὰ νοήματα, τῇ μνήμῃ τῶν θεασαμένων πέφυκε παραμένειν. Ἐγένετο οὖν πρὸς τὸν Ἀβραὰμ φωνὴ, διότι εἶχεν ὦτα ἀκούειν δυνά μενα τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸ ἀφανὲς ἐν ηχοῦντος αὐτῷ τοῦ θείου βουλήματος. Πρὸς δὲ τὸν λαὸν ἡ φωνὴ γινομένη ὁρατὴ ἦν· τουτέστιν εὔγνω στος, συνετὴ πᾶσιν. Οὐ γὰρ δὴ ὑπὸ χρώματός τινος ἐχρώννυτο καὶ περιεγράφετο, ὥστε αἰσθητὴ ὀφθαλ μοῖς γενέσθαι ἡ λαλουμένη φωνὴ, ἀλλ' ἑώρα ὁ λαὸς τὴν φωνήν·