1

 2

 3

 4

 5

 6

 7

 8

1

Contra Manichaeos

39.1085 Οὐδεμία ἀντίθεσις ἐναντίων ἐξ ὅλων ἀντίκειται, τῷ καὶ κοινά τινα ὑπάρχειν τοῖς ἐναντίοις. Οἷον τὸ λευκὸν, ἐναντίον ὂν τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν χρώματος καὶ ποιότητος· οὐδὲν δὲ τῶν τοιούτων, τὴν περὶ αὐτὰ ἐναντιότητα προτέραν ἔχει· πάντα γὰρ μετὰ τὰ κοινά· ἐν δὲ τοῖς κοινοῖς οὐκ ἔστιν ἐναντιότης. ∆εῖ γὰρ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα οὕτω τὸ λευκὸν καὶ τὸ μέλαν ᾖ, ὡσαύτως μετὰ τὸ ποιὸν καὶ διάθεσιν ἡ ἀρετὴ καὶ ἡ κακία. Εἰ τοίνυν ἀγένητοι δύο ἀρχαὶ καὶ αὐταὶ ἐναντίοι, ἢ ἐξ ὅλων εἰσὶν τὴν ἐναντιότητα ἔχουσαι, ἢ ὑπάρχει τινὰ αὐταῖς κοινά. Ἀλλ' οὐδὲν ἐξ ὅλων δέχεται ἐναντιότητα· ἔχουσι ἄρα καὶ αὐταὶ κοινὰ, τὸ εἶναι, τὸ οὐσίαι εἶναι, καὶ εἴ τι ἕτερον εὑρίσκεται περὶ αὐτὰς κοινόν. Ἐναν 39.1088 τίας δὲ ποιεῖ αὐτὰς, τὸ τὴν μὲν ἀγαθὸν, τὴν δὲ κακόν· καὶ τὴν μὲν φῶς, τὴν δὲ σκότος εἶναι, Προεπινοεῖται δὲ τὸ εἶναι αὐτὰς οὐσίας, ἢ τὸ ἀγαθὸν καὶ κακὸν ὑπάρχειν. Ἡ ἐναντιότης ἄρα οὐ κατὰ τὰ κοινὰ, ἀλλὰ κατὰ τὴν ἰδιότητα. Τίθενται δὲ αὐτὰς ἀγενήτους εἶναι· οὐδὲν δὲ πρὸ ἀγενήτου. Πρὸ τούτων δέ τί ἐστιν, αὐτὸ ὃ εἶπον κοινῶς αὐταῖς ὑπάρχειν· οὐκ ἄρα ἀγένητοι αἱ ἀρχαί.

Αὗται γὰρ ἀγένητοι αἱ ἐναντίαι· τὸ δὲ κοινῶς αὐταῖς ὑπάρχειν πρὸ αὐτῶν. Οὐκ ἄρα ἀγένητοι αἱ ἀρχαί· οὐδὲν γὰρ πρὸ ἀγενήτου. Εἰ δὲ λέγοιεν, μὴ κατὰ τὸ ἀγένητον ἔχειν αὐτὰς τὴν ἐναντιότητα· καὶ τοῦτο κοινὸν αὐτῶν εὑρεθήσεται. Ἀλλ' ἐπεὶ ἀγενήτως τὸ κακὸν, κακὸν, καὶ τὸ ἀγαθὸν, ἀγαθόν· κοινὸν εὑρεθήσεται τὸ ἀγένητον κακὸν ἀμφοτέρων, καὶ τὸ ἀγένητον ἀγαθὸν ἀμφοτέρων. Εἰ γὰρ ἀγαθὸν ἄνευ τοῦ ἀγενήτου οὐ δύναται εὑρεθῆναι, κοινὸν δὲ τὸ ἀγένητον· κοινὸν ἄρα καὶ τὸ ἐξ ἀνάγκης ἑπόμενον τῷ ἀγενήτῳ· τοῦτο δέ ἐστιν τὸ ἀγαθόν. Εἰ δὲ λέγοιεν, μὴ κοινὸν αὐτῶν τὸ ἀγένητον εἶναι· ᾗ θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει· ἔσται τοίνυν ἀγένητον, ἢ τὸ ἀγαθὸν, ἢ τὸ κακόν· οὐ τὸ ἀγαθὸν καὶ κακόν. Εἰ οὖν εὑρεθείη τὸ ἀγαθὸν ἀγένητον, τὸ κακὸν γενητόν. Ἄλλως τε πᾶν κακὸν κολαστέον· οὐδὲν κολαστέον ἄφθαρτον· οὐδὲν ἄρα κακὸν ἄφθαρτον, τῷ μὴ ἀφθάρτως ὑπάρχειν φθαρτόν. Οὐδὲν φθαρτὸν ἀγένητον· ἐστι δὲ τὸ κακὸν φθαρτόν· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. Οὐδὲν κατ' οὐσίαν κακὸν, τῷ τὸ κακὸν ποιὸν εἶναι· οὐδὲν δὲ ποιὸν οὐσία· τὸ ἄρα κακὸν οὐκ οὐσία. Πάντα τὰ ἐναντία, ἀλλήλων φθαρτικά· τὰ δὲ ἀγένητα ἄφθαρτα· οὐκ ἄρα ἐναντία· τὰ γὰρ ἐναντία οὐκ ἄφθαρτα. Οὐδὲν ἀγένητον τρεπτόν· τρέπεται δὲ τὸ ἀγαθὸν κρατηθὲν ὑπὸ τοῦ κακοῦ· τὸ ἄρα ἀγαθὸν οὐκ ἀγένητον. Τὸ ἀγένητον οὐκ ἔστιν ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γε φθαρτικόν· τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. Αἱ θεῖαι Γραφαὶ κολάσει παραδίδοσθαι, οὐ τοὺς ἀνθρώπους κακοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν διάβολον, λέγουσιν. Πᾶν δὲ τὸ κολάσει παραδιδόμενον τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγένητον· οὐδὲν ἄρα τῶν κακῶν ἀγένητον. 39.1089 Τῶν δι' ὄλων ἐναντιουμένων οὐδὲν κοινόν. Ὥστε πᾶσα ἀνάγκη τὸ θατέρῳ ὑπάρχον, τῷ λοιπῷ μὴ ὑπάρχειν· ὑπάρχει δὲ τῷ ἀγαθῷ τὸ εἶναι ἀγένητον· τῷ ἄρα κακῷ οὐδέτερον τούτων ὑπάρχει. Μὴ ὂν ἄρα τὸ κακόν. Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος, ἐπιτετευγμένην ἔχει τὴν ὄρεξιν, εἰ εὐλόγως ὀρέγεται. Θεὸς δὲ τοῦ φθεῖραι τὴν κακίαν ὀρέγεται· τῶν φθαρτῶν ἄρα ἐστὶ ἢ κακία. Τῶν δὲ φθαρτῶν οὖσα, ἀφανισθήσεται· ἀφανιζομένη δὲ, οὐκ ἔστιν ἀγένητος. Εἰ ἀγένητον τὸ κακὸν, κατὰ φύσιν αὐτῷ ὑπάρχει τὸ κακὸν εἶναι. Οὐδεὶς δὲ τὸ κατὰ φύσιν ἐνεργῶν ἁμαρτάνει. Τὸ ἄρα κακὸν οὐχ ἁμαρτάνει· τὸ δὲ μὴ ἁμαρτάνον, οὐχ ὑπαίτιον. Ὑπαίτιος δὲ ὁ Σατανᾶς· οὐκ ἄρα ἀγένητος, Ἡ θεία γὰρ Γραφὴ τῶν πράξεων καὶ τῶν ἐπιτηδευμάτων, ὧν ποιοῦσιν οἱ ἄνθρωποι, λέγει αὐτοὺς εἶναι υἱοὺς καὶ