1

1

De fide

̓Επιφανίου Κύπρου ἐκ τοῦ περὶ πίστεως λόγου.

Καὶ ἵνα δείξῃ, ὅτι "μεσίτης" ἐστὶ "θεοῦ καὶ ἀνθρώπων" τὰ ἀμφότερα ἔχων, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ πατρὸς τὴν ἀόρατον οὐσίαν, λαλεῖ μὲν ὡς θεὸς τὰ θεῖα καὶ θεοπρεπῆ, ὡς δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα καὶ ἀνθρωποπρεπῆ, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν φυσικῶς καὶ οὐσιωδῶς, ἀσυγχύτως καὶ ἀδιαιρέτως, θεϊκῶς τε καὶ ἀνθρωπίνως.