1

 2

 3

 4

 5

 6

 7

1

De prophetarum vita et obitu

ΤΟΥ ΑΓΙΟΥ ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΠΡΟΥ ΠΕΡΙ ΤΩΝ ΠΡΟΦΗΤΩΝ, ΠΩΣ ΕΚΟΙΜΗΘΗΣΑΝ ΚΑΙ ΠΟΥ ΚΕΙΝΤΑΙ.

αʹ. Ναθὰν ὁ προφήτης ἐγένετο ἐν ἡμέραις ∆αυὶδ ἐκ φυλῆς Θώκ. Οὗτος δὲ ἦν ἐκ Γαβάθ, καὶ αὐτός ἐστιν ὁ διδάξας τὸν ∆αυὶδ τὸν νόμον τοῦ κυρίου. Καὶ ἔγνω Να- θάν, ὅτι ὁ βασιλεὺς ∆αυὶδ ἐν τῇ Βηρσαβεὲ παρέβη. Καὶ σπεύδοντα ἐλθεῖν ἐκ Γαβὰθ εἰς Ἱερουσαλὴμ καὶ κωλῦ- σαι τὸν ∆αυὶδ ἀπὸ τῆς ἀνομίας ταύτης ἐκώλυσεν αὐτὸν ὁ Βελίαρ ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸν κείμενον γυμνόν· καὶ ἐπέμεινε τοῦ θάψαι αὐτὸν ἐκεῖ, ἵνα μὴ ὑπὸ θηρίων ἀναλωθῇ. Καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε Λαυὶδ τὴν ἁμαρτίαν, καὶ ἐπέστρεψε πενθῶν εἰς Γαβάθ. Καὶ ὡς ἀνεῖλε ∆αυὶδ Οὐρίαν τὸν ἄνδρα τῆς Βηρσαβεέ, ἀπέστειλεν ὁ θεὸς τὸν Ναθὰν καὶ ἤλεγξε τὸν ∆αυὶδ περὶ τῆς ἁμαρτίας αὐτοῦ. Καὶ ἐφοβήθη ∆αυὶδ τὸν κύριον, ὅτι ἠλέγχθη ὃ ἐποίησε· καὶ ἔγνω ∆αυίδ, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐπὶ Ναθὰν τὸν προφήτην ἐστί· καὶ ἐτίμησεν αὐτὸν ὡς ὅσιον θεοῦ· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε· καὶ ἐτάφη ἐν Γα- βὰθ ἐν τῇ γῇ αὐτοῦ.

βʹ. Ἀχίας δὲ ὁ Σηλωνίτης· οὗτος ἦν ἀπὸ Σηλὼμ ἐκ 5 φυλῆς Ἰούδα, ὅπου ἦν ἡ σκηνὴ τῆς κιβωτοῦ τὸ παλαιόν· ἐκ πόλεως Ἀρμαθαὶμ Ἠλεὶ τοῦ ἱερέως. Οὗτος ὁ προφήτης εἶπε περὶ Σολομῶν τοῦ υἱοῦ ∆αυίδ, ὅτι προσκρούσει τῷ θεῷ· οὗτος ἤλεγξε καὶ τὸν Ἱεροβοάμ, ὅτι ἐὰν βασιλεύσῃ, δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε γὰρ ὀπτασίαν ζεῦγος βοῶν καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ προσεῖπε τῷ Σολομῶν, ὅτι γυναῖκες αὐτὸν ἐκστήσουσιν ἀπὸ τοῦ κυρίου. Καὶ τῷ Ἱεροβοὰμ εἶπεν, ὅτι διὰ τῶν δύο δαμάλεών σου προσκρούσεις τῷ κυρίῳ, καὶ εἰς δουλείαν ἔσται τὸ γένος σου. Ἀπέθανε δὲ Ἀχίας καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς τῆς οὔσης ἐν Σηλώμ.

γʹ. Ἰωὰμ ὁ προφήτης ἐγεννήθη ἐν Σαμαρείᾳ· οὗτός ἐστιν ὃν ἐπάταξεν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἀπέθανεν, ὅτι ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς χρυσαῖς δαμάλεσιν αὐτοῦ, ἃς ἐποίησεν, ὅτε καὶ κατηράσατο τὴν θυσίαν Ἱεροβοάμ, καὶ ἐξέτεινε τὴν χεῖρα τοῦ κακῶσαι αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ Ἱεροβοάμ. Καὶ μετὰ ταῦτα ἠπατήθη ὑπὸ τοῦ ψευδοπροφήτου 6 καὶ ἐβιάσατο αὐτὸν φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ. Καὶ ἐξελθόντα αὐτὸν ἐπάταξεν ὁ λέων, καὶ τὴν ὄνον αὐτοῦ οὐκ ἠδίκησε. Καὶ ἐτάφη ἐν Βεθὴρ σύνεγγυς τοῦ ψευδοπροφή- του. Καὶ ὕστερον ἀποθνήσκων ὁ ψευδοπροφήτης, ὥρκισε τοῖς ἱερεῦσιν, ὅτι "1μετὰ τοῦ Ἰωὰμ τοῦ προφήτου με θά- ψετε"2. ὅτι "1ἠπάτησα αὐτόν. Καὶ ἐν τῇ ἀναστάσει δίκας εἰσπραξόμεθα"2. Καὶ ἀμφότεροι κεῖνται ἐν ἑνὶ μνημείῳ.

δʹ. Ἀζαρίας ὁ προφήτης· οὗτος ἦν ἐκ τῆς Συμβαθᾶ. Οὗτός ἐστιν ὁ ἀποστρέψας τὴν αἰχμαλωσίαν Ἰούδα εἰς Ἰσραὴλ διὰ προσευχῶν. Πολλὰ δὲ προφητεύσας περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ· ἐκοιμήθη ἐν τῇ πατρίδι αὐτοῦ.

εʹ. Ἠλίας ὁ προφήτης. Οὗτος ἦν ἐκ Θεσβῶν [ἐκ γῆς Ἀράβων], ἐκ φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ· ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσι δεδομένη· καὶ ὅτε ἔτεκεν ἡ μήτηρ αὐτοῦ, εἶδε Σωβὰκ ὁ πατὴρ αὐτοῦ ὀπτασίαν· ὅτι ἄνδρες λευκοφανεῖς αὐτῷ προσηγόρευον· καὶ ὅτε ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν· καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. Καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἀνήγγειλε τοῖς ἱερεῦσι. Καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις τοῦ παιδός σου φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ 7 τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ ἐν πυρί. Οὗτός ἐστιν Ἠλίας ὁ τὸ πῦρ τρίτον ἐξ οὐρανοῦ κατενέγκας, καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ