Fragmenta in epistulam ad Galatas Πατέρα νῦν καλεῖ τὸν θεόν, ἐπειδὴ βούλεται τὴν ἐκκλησίαν εἰς υἱοθεσίαν ἐληλυθυῖαν ἐλευθέραν εἶναι τῆς τοῦ νόμου δουλείας. 47Gal 1,1-2 Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρεία τοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. Οὐκ εἶπεν <καὶ οἱ σὺν ἐμοὶ ἀδελφοί>, ἀλλὰ πάντες, τῷ πάντες παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος. Gal 1,4Τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἰπὼν ἔδειξεν ὅτι τὸ κακὸν οὐκ ἀγέννητον ἀλλὰ πρόσκαιρον, καὶ ἐν ἀνθρώποις πρὸς οὓς ἔγραφεν, εἰ περὶ ἀνθρώπων τῶν πεισάντων αὐτοὺς ἀκαίρως κεχρῆσθαι τῷ νόμῳ. Τὸ δὲ ἐξέληται εἴρηκεν, ἵνα παραστήσῃ ὅτι οὐκ ἦν ἄλλως τινὶ εὐχερὲς οὔτε νόμῳ οὔτε προφήταις. τὸ γὰρ ἐξέληται μικροῦ βίαν σημαίνει, ἀλλ' οὐ βίαν, δύναμιν δὲ τοῦ ῥυσαμένου· οὐ γὰρ εἶπεν τοῦ ἁρπάσαντος ἀλλὰ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς. αὕτη ἡ λέξις τὸ δυσκατόρθωτον παντὶ ἄλλῳ παρέστησεν. κέκληται δὲ πατὴρ ἡμῶν ὁ θεός, ἵνα τῆς υἱοθεσίας φανερουμένης ἐκβληθῇ διὰ νόμου ἀνάγκη.Gal 1,10 Πρὸς ἐκείνην ἀπομάχεται τὴν ὑπόνοιαν τὴν φάσκουσαν ὅτι παρ' ὑμῖν ἄλλα εἶπεν, ἐν δὲ Ἰουδαίᾳ ἄλλως ἔζη, καί φησιν· πῶς δύναμαι ἄλλος εἶναι ἔξωθεν, ἄλλος δὲ ἔσωθεν θεοῦ ὄντος ἐφόρου; τί δὲ προβαλλόμενος ἀξιώματα ἀνθρώπινα οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ; Gal 1,11-14 Ἐν ἀρχῇ μὴ καλέσας εὐαγγέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ἐπειδὴ ἀμφίβολον ἐγίνετο ποῖόν ἐστι τὸ τοῦ καλέσαντος εὐαγγέλιον, οὐχὶ τοῖς πράγμασιν ἀλλὰ ταῖς συκοφαντίαις ὅτι οὐκ ἔστι κατ' ἄνθρωπον, ὥς φασιν, ὅτι παρὰ Πέτρου παρέλαβον. πῶς οὐκ ἔστιν κατ' ἄνθρωπον; οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην. χρήσιμον τὸ παρέλαβον καὶ καλὸν τὸ ἐδιδάχθην· ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον. ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ διδάσκουσιν. ἀναγκαία δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο ἄλλα μὲν εἰπών, ἄλλα δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν ἐξωθεῖται τὴν ὑπόνοιαν. 48 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ. καὶ οὐκ εἶπεν ἐν τῷ νόμῳ. τίς οὖν ἡ ἀναστροφή; ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι θεοῦ, περὶ Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπεν καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Χριστοῦ ἀλλὰ τὴν ἐκκλησίαν τοῦ θεοῦ. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. πάλιν Ἰουδαϊσμῷ· οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴ σκληρὸν ᾖ τὸ λεγόμενον. ὑπὲρ πολλοὺς συνηλικιώτας· πολλοὺς καὶ οὐ πάντας διὰ τὸ σύμμετρον, συνηλικιώτας δὲ διὰ τὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι. ἐν τῷ γένει μου δέ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός. περισσοτέρως ζηλωτὴς ὑπάρχων, ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ ἐκκλησίᾳ παραστήσῃ. πατρικῶν δὲ παραδόσεων εἶπεν καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προστεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν. Gal 2,2 Καλῶς τὸ ἔδραμον, προείληπτο γὰρ τὸ κήρυγμα· τρέχω δέ, ἐπειδὴ ἐνειστήκει. Gal 2,9 Καὶ αἱ δεξιαὶ τὴν ὁμόνοιαν δηλοῦσιν. προτέτακται δέ, φησίν, Ἰάκωβος διὰ τὸ τοῦ τόπου κύριον εἶναι. διὰ τί δὲ ποτὲ μὲν Κηφᾶς, ποτὲ δὲ Πέτρος; οἱ ἐλθόντες εἰς τὴν Γαλατίαν καὶ ταράξαντες Ἰουδαῖοι ἦσαν· Πέτρος οὖν ὁ κατ' ἐκείνους Κηφᾶς ὀνομαζόμενος, ἵνα [οὖν] δι' οὗ ἤκουσαν, διὰ τούτου καὶ καλέσῃ, εἴρηταιGal 2,18 Ἡ ἐκκλησία νόμον οὐ τηροῦσα, νόμον οὐ παραβαίνει, ἀλλὰ νόμον ὑπερβαίνει. ὁ λέγων ὅτι πεπλήρωται ὁ νόμος καὶ πέπαυται, κἂν μὴ τηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ ποτὲ μὲν ἐσθίων τὰ ἀπηγορευμένα ὑπὸ τοῦ νόμου, πάλιν δὲ μὴ ἐσθίων, τῷ μὴ ἐσθίειν μηνύει ὅτι ἰσχύει ὁ νόμος καὶ μένει εἰς ὃν ἀνατρέχει. οὐκοῦν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸς δὲ παρὰ τὰ