1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

De vita sua

ΕΙΣ ΤΟΝ ΕΑΥΤΟΥ ΒΙΟΝ Τὸ τοῦ λόγου βούλημα, τῶν ἐμῶν κακῶν ἐξιστορῆσαι τὴν ὁδόν, εἴτ' οὖν δεξιῶν· οἱ μὲν γὰρ οὕτως, οἱ δ' ἐκείνως φαῖεν ἄν, ὅπως ἄν, οἶμαι, καὶ ῥοπῆς ὦσίν τινες. οὐ γὰρ τὸ βούλεσθ' ἀσφαλὲς κριτήριον. παίζει δὲ μέτρον τῆς ἀνίας φάρμακον, παίδευμα καὶ γλύκασμα τοῖς νέοις ἅμα, τερπνὸν παρηγόρημα. πρὸς δ' ὑμᾶς λόγος, τοὺς ἦν ὅθ' ἡμῶν, ἀλλὰ νῦν ἀλλοτρίους, ὅσοι τε ὁμοδοξοῦντες, εἴτε τις νόθος· πάντες γὰρ ἡμῖν εὐμενεῖς μεμυκόσιν. ἄνδρες, τὸ κλεινὸν ὄμμα τῆς οἰκουμένης, οἳ κόσμον οἰκεῖθ', ὡς ὁρῶ, τὸν δεύτερον, γῆς καὶ θαλάσσης κάλλος ἠμφιεσμένοι, Ῥώμη νεουργής, εὐγενῶν ἄλλων ἕδος, Κωνσταντίνου πόλις τε καὶ στήλη κράτους, ἀκούσατ', ἄνδρες, ἀνδρὸς ἀψευδεστάτου καὶ πολλὰ μοχθήσαντος ἐν πολλαῖς στροφαῖς, ἐξ ὧν ὑπάρχει καὶ τὸ γιγνώσκειν πλέον. Κέκμηκε πάντα· καὶ τὰ καλὰ τῷ χρόνῳ κέκμηκεν. οὐδὲν ἢ στενὸν τὸ λείψανον, ὡς γῆς συρείσης ὑετῶν λάβρων φορᾷ κάχληκές εἰσιν οἱ λελειμμένοι μόνον. οὔπω μέγ' οὐδέν, εἰ τὰ τῶν πολλῶν λέγω, οἳ μηδὲ τὸ πρὶν ἦσαν ἐν τάξει καλῶν, βοσκηματώδεις καὶ κάτω νενευκότες. ἡμεῖς δ' ὁ δεινὸς καὶ τραχὺς χαραδρεών· ἡμῶν τὸ σύστημ' ἔκλυτον, θρηνῶν λέγω, ὅσοι καθήμεθ' οὐ καλῶς ὑψίθρονοι, λαοῦ πρόεδροι, τοῦ καλοῦ διδάσκαλοι, ψυχὰς τρέφειν λαχόντες ἐνθέῳ τροφῇ, αὐτοὶ δὲ λιμώττοντες· ἰατροὶ παθῶν, νεκροὶ βρύοντες ἀφθόνοις νοσήμασιν· τρίβων ὁδηγοὶ τῶν ἐπικρήμνων ἴσως, ἃς οὔποθ' ὡδήγησαν οὔθ' ὡδεύκασιν· οἷς μηδ' ἕπεσθαι δόγμα συντομώτατον σωτηρίας δίδαγμά τ' εὐστοχώτατον· ὅσων τὸ βῆμα τοῦ τρόπου κατήγορον, κιγκλὶς διείργουσ' οὐ βίους, ἀλλ' ὀφρύας.

Ἐξ ὧν δ' ὑπήχθην ταῦτα δοῦναι τῷ λόγῳ -οὐ γὰρ φίλον μοι πολλὰ ῥαψῳδεῖν μάτην-, ἀκουσάτω πᾶς, οἵ τε νῦν οἵ θ' ὕστερον. μικρὸν δ' ἄνωθεν τὰς ἐμὰς περιστάσεις εἰπεῖν ἀνάγκη, κἂν δέῃ μακρηγορεῖν, τοῦ μὴ καθ' ἡμῶν ἰσχύσαι ψευδεῖς λόγους. οἱ γὰρ κακοὶ φιλοῦσιν, ὧν δρῶσιν κακῶς, εἰς τοὺς παθόντας περιτρέπειν τὰς αἰτίας, ὡς ἂν κακῶσι καὶ πλέον τοῖς ψεύσμασιν, αὑτοὺς δ' ὑπεκλύσωσι τῶν ἐγκλημάτων. ἔστω δὲ τοῦτο τοῦ λόγου προοίμιον. Ἦν μοι πατὴρ καλός τε κἀγαθὸς σφόδρα, γηραιός, ἁπλοῦς τὸν τρόπον, στάθμη βίου, πάτραρχος ὄντως, Ἀβραάμ τις δεύτερος, ὤν, οὐ δοκῶν, ἄριστος, οὐ τὸν νῦν τρόπον· πλάνης τὸ πρόσθεν, ὕστερον Χριστοῦ φίλος, ἔπειτα ποιμήν, ποιμένων ὅ τι κράτος. μήτηρ θ', ἵν' εἴπω συντόμως, ὁμόζυγος ἀνδρὸς τοσούτου καὶ τάλαντον ἀρρεπές, ἐξ εὐσεβῶν τὸ πρόσθεν εὐσεβεστέρα, θῆλυς τὸ σῶμα, τὸν τρόπον δ' ἀνδρὸς πέρα· ἄμφω λάλημα κοινὸν ἐξ ἴσου βίῳ. τῷ τοῦτο δῆλον; πῶς τεκμηριῶ λόγον; αὐτὴν ἐπάξομ', ὧνπερ εἶπον, μάρτυρα, ἐμὴν τεκοῦσαν, τῆς ἀληθείας στόμα, κρῦψαί τι μᾶλλον τῶν φανερῶν εἰθισμένην ἢ τῶν ἀδήλων κομπάσαι δόξης χάριν. φόβος γὰρ ἦγεν, ὃς μέγας διδάσκαλος. Αὕτη ποθοῦσα παιδὸς ἄρρενος γόνον ἰδεῖν ἐν οἴκῳ, πρᾶγμα ὂν πολλοῖς φίλον, θεῷ προσωμίλησε καὶ δεῖται πόθου τυχεῖν. ἐπεὶ δ' ἦν δυσκάθεκτος τὴν φρένα, δῶρον δίδωσιν, ὅνπερ ἠξίου λαβεῖν, καὶ τὴν δόσιν φθάνουσα τῇ προθυμίᾳ. καὶ τοίνυν εὐχῆς οὐχ ἁμαρτάνει φίλης, ἀλλ' ἧκεν αὐτῇ δεξιὸν προοίμιον ὄψις σκιὰν φέρουσα τῶν αἰτουμένων. ἐμὸν γὰρ εἶδος ἐμφανῶς παρίσταται καὶ κλῆσις· ἠδ' ἦν ἔργον ἡ νυκτὸς χάρις. ἐγὼ γὰρ αὐτοῖς γίνομ', εἰ μὲν ἄξιος εὐχῆς, τὸ δῶρον τοῦ δεδωκότος θεοῦ· εἰ δ' οὖν ἀπευκτός, τῆς ἐμῆς ἁμαρτίας. Οὕτω μὲν οὖν παρῆλθον εἰς τοῦτον βίον, πηλῷ κερασθείς-φεῦ τάλας-καὶ συνθέσει, ὑφ' ὧν κρατούμεθ' ἢ κρατοῦμεν ὧν μόγις· πλὴν παντὸς ἀρραβῶνα καλλίστου λαβών τὴν γένεσιν αὐτήν·