1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

1

In sanctum baptisma

ΛΟΓΟΣ Μʹ.

Εἰς τὸ ἅγιον βάπτισμα.

Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια, καὶ ὀνομαστήρια, τοῖς σαρκὸς φίλοις, κουρόσυνά τε καὶ κατοικέσια, καὶ ἐτήσια, ὅσα τε ἄλλα πανηγυρίζουσιν ἄνθρωποι), σήμερον περὶ τοῦ βαπτίσματος βραχέα διαλεξόμεθα, καὶ τῆς ἐντεῦθεν ἡμῖν ὑπαρχού σης εὐεργεσίας· εἰ καὶ χθὲς ἡμᾶς ὁ λόγος παρέδρα με, τῆς ὥρας κατεπειγούσης, καὶ ἅμα τοῦ λόγου τὸν κόρον φεύγοντος. Κόρος δὲ λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι. Προσέχειν δὲ ἄξιον τοῖς λεγομένοις, καὶ μὴ παρέργως, ἀλλὰ προθύμως τὸν περὶ τηλικούτων δέξασθαι λόγον· ἐπειδὴ καὶ τοῦτό ἐστι φωτισμὸς, τὸ γνῶναι τοῦ μυστηρίου τὴν δύναμιν.

Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος· τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ ἐμπαθής· ἡ δὲ ἡμερινὴ, καὶ ἐλευ θέρα, καὶ λυτικὴ παθῶν, πᾶν τὸ ἀπὸ γενέσεως κά λυμμα περιτέμνουσα, καὶ πρὸς τὴν ἄνω ζωὴν ἐπαν 36.361 άγουσα· ἡ δὲ φοβερωτέρα καὶ συντομωτέρα, πᾶν τὸ πλάσμα συνάγουσα ἐν βραχεῖ τῷ πλάστῃ παραστησόμενον, καὶ λόγον ὑφέξον τῆς ἐνταῦθα δουλείας, καὶ πολιτείας, εἴτε τῇ σαρκὶ μόνον ἐπηκολούθησεν, εἴτε τῷ Πνεύματι συνανῆλθε, καὶ τὴν χάριν ᾐδέσθη τῆς ἀναπλάσεως. Ταύτας δὴ τὰς γεννήσεις ἁπάσας παρ' ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς φαίνεται· τὴν μὲν, τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ· τὴν δὲ, τῇ σαρκώσει, καὶ τῷ βαπτίσματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δὲ, τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο· ὡς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γενέσθαι καταξιώσας.

Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόν τος καιροῦ· περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀναγ καίας, ἧς ἐπώνυμος ἡ τῶν φώτων ἡμέρα, φιλοσοφήσω μεν· Τὸ φώτισμα, λαμπρότης ἐστὶ ψυχῶν, βίου μετάθεσις, ἐπερώτημα τῆς εἰς Θεὸν συνειδήσεως· τὸ φώτισμα, βοήθεια τῆς ἀσθενείας τῆς ἡμετέρας· τὸ φώτισμα, σαρκὸς ἀπόθεσις, Πνεύματος ἀκολούθησις, Λόγου κοινωνία, πλάσματος ἐπανόρθωσις, κατακλυσμὸς ἁμαρτίας, φωτὸς μετουσία, σκότους κατάλυσις· τὸ φώτισμα, ὄχημα πρὸς Θεὸν, συνεκδημία Χριστοῦ, ἔρεισμα πίστεως, νοῦ τελείωσις, κλεὶς οὐρανῶν βασιλείας, ζωῆς ἄμειψις, δουλείας ἀναίρεσις, δεσμῶν ἔκλυσις, συνθέσεως μεταποίησις· τὸ φώτισμα (τί δεῖ πλείω καταριθμεῖν), τῶν τοῦ Θεοῦ δώρων τὸ κάλλιστον καὶ μεγαλο πρεπέστατον. Ὥσπερ γὰρ Ἅγια ἁγίων καλεῖταί τινα, καὶ Ἄσματα ᾀσμάτων (ἐμπεριεκτι κώτερα γάρ ἐστι καὶ κυριώτερα)· οὕτω καὶ αὐτὸ παντὸς ἄλλου τῶν παρ' ἡμῖν φωτισμῶν ὂν ἁγιώτερον.

∆ʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώ ρημα· εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντων ἡμῶν (φιλοῦσι γὰρ οἱ σφόδρα περί τι ἐρω τικῶς διακείμενοι, ἡδέως συνεῖναι καὶ τοῖς ὀνόμασιν), εἴτε τοῦ πολυειδοῦς τῆς εὐεργεσίας πολλὰς καὶ τὰς κλήσεις ἡμῖν δημιουργήσαντος. ∆ῶρον καλοῦμεν, χάρισμα, βάπτισμα, χρίσμα, φώτισμα, ἀφθαρσίας ἔνδυμα, λουτρὸν παλιγγενεσίας, σφραγῖδα, πᾶν ὅ τι τίμιον·