1

 2

 3

 4

 5

 6

1

De iis qui baptismum differunt

ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΒΡΑ∆ΥΝΟΝΤΑΣ ΕΙΣ ΤΟ ΒΑΠΤΙΣΜΑ. Οἱ τῆς οἰκουμένης ταύτης βασιλεῖς, ἡνίκα ἂν νόμους συγγράψωσι τοὺς τῶν ἀνθρώπων βίους καλῶς κα νονίζοντας, τοῖς ἄρχουσιν αὐτοὺς ἐγχειρίζοντες, δι' ἐκείνων κελεύουσι τοῖς ὑπηκόοις δημοσιεύεσθαι, ἵν' οὕτως ἀπαράβατα τὰ προστεταγμένα φυλάττοιτο.

Ἔδωκε δὲ ὁ μέγας Θεὸς νόμους τοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσιν, οὓς καθ' ἕκαστον ἐνιαυτὸν ἐν τοῖς καθήκουσι χρόνοις προφέροντες, ὑπαναγινώσκομεν ὑμῖν, καὶ τηρεῖν εἰς δύναμιν τὰ γεγραμμένα κελεύο μεν. Ἰδοὺ τοίνυν ὁ τῶν ὅλων ἀγαθὸς οἰκονόμος, ὁ τοὺς ἐνιαυτοὺς ἀνακυκλῶν καὶ κυβερνῶν τὴν τῶν χρόνων περίοδον, ἤγαγεν ἡμέραν σωτήριον, καθ' ἣν σύνηθες ἡμῖν καλεῖν εἰς υἱοθεσίαν τοὺς ξένους, εἰς χάριτος μετουσίαν τοὺς πενομένους, εἰς κάθαρσιν ἁμαρτιῶν τοὺς ἐῤῥυπωμένους τοῖς πλημμελήμασι. Καὶ τοῦτό ἐστι τὸ ἀρχαῖον ἐκεῖνο κήρυγμα, τὸ προλαβὸν ὀλίγον τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν· «Φωνὴ βοῶντος 46.417 ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Εἰ δὲ μήτε Ἰωάννης, μήτε ∆αβὶδ ἐγὼ, ἀλλὰ ἡ ταπεινότης τοῦ ὑπηρέτου μὴ βλαπτέτω τοῦ ∆εσποτικοῦ νόμου τὴν δύναμιν. Οὔτε γὰρ τοὺς γραμματέας τῶν νόμων αἰδούμενοι τοῖς διηγορευμένοις πειθόμεθα· ἀλλὰ δεδοικότες τοῦ Νομοθέτου τὴν ἐξουσίαν, ὑποκύπτομεν τοῖς προστάγμασιν. Ἦλθε χάρις βασιλικὴ δυσὶ τάγμασι θλιβομένοις χαριζομένη τὴν ἄνεσιν· τοῖς δεσμώταις λύσιν, τοῖς ὀφειλέταις συγχώρησιν. Καὶ διὰ τοῦτο κἀγὼ ἀμφοτέροις τοῖς τάγμασιν, τὰ κατάλληλα ἰατρεῖα ἀνοίγω· καὶ μετὰ πολλῆς πεποιθήσεως ὑπισχνοῦμαι τὴν ἐκ τῆς ἐπιμελείας βοήθειαν.

Ἵνα δὲ μὴ νομίσῃ τις πολυδάπανον τὴν θεραπείαν, αὐτὰ προλέγω τὰ φάρμακα οἷς ἐξιῶμαι τοὺς κάμνοντας. Τοῖς μὲν γὰρ δι' ὕδατος καὶ λουτροῦ ἐγγυῶμαι τὴν ὑγείαν, τῶν δὲ δι' ὀλίγων δακρύων ἐξαλείφω τὴν νόσον. Ἁπλῆ γὰρ ἡ μεταχείρησις, καὶ θεόπεμπτος ἡ δωρεὰ, καὶ μεγάλη ἀληθῶς ἡ ἐπιτυχία, χωρὶς καύσεως ἢ τομῆς χρονίων ἀπαλλαγῆναι τραυμάτων, ἃ κακῶς ἐπάθομεν ἐκ τῶν δηγμάτων τοῦ ὄφεως. Ἔλθετε οὖν, οἱ κεκακωμένοι, πρὸς τὴν ἑαυτῶν ἐπιμέ λειαν, καὶ μὴ ῥᾳθυμίᾳ δότε τὸ πρᾶγμα. Νόσος γὰρ παλαιωθεῖσα καὶ ἐγχρονίσασα, τέχνης θεραπείας γίνεται κρείττων. Οἱ πένητες καὶ ἐνδεεῖς, σπεύσατε πρὸς τὴν διανομὴν τῶν βασιλικῶν χαρισμάτων· τὰ πρόβατα, πρὸς τὴν σφραγῖδα καὶ τὸ σημεῖον τοῦ σταυροῦ τὸ τῶν κακῶν ἀλεξητήριον. ∆ότε μοι τὰ ὀνόματα, ἵνα ἐγὼ μὲν αὐτὰ ταῖς αἰσθηταῖς ἐγχαράξω βίβλοις, καὶ γράψω τῷ μέλανι· Θεὸς δὲ ταῖς ἀφθάρτοις πλα ξὶν ἐνσημήνηται, δακτύλῳ γράψας ἰδίῳ, ὥς ποτε τοῖς Ἑβραίοις τὸν νόμον. «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Λούσασθε, ἀφέλεσθε τὰς ἁμαρτίας ὑμῶν.» Ταῦτα ἐγράφη πρὸ πολλοῦ· οὐκ ἐπαλαιώθη δὲ τῶν γραμμάτων ἡ δύναμις, ἀλλ' ἀκμάζει καὶ καθ' ἡμέραν ἰσχύει. Ἐξέλθετε τοῦ δεσμωτηρίου, παρακαλῶ. Μισήσατε τὰ τῆς ἁμαρτίας σκοτεινὰ οἰκητήρια. Φεύγετε τὸν διάβολον, ὡς πικρὸν δεσμοφύλακα, ἐκ τῆς συμφορᾶς τῶν ἁμαρτωλῶν τρεφόμενον καὶ κερδαίνοντα. Ὡς γὰρ Θεὸς εὐφραίνεται ταῖς δικαιοσύναις ἡμῶν, οὕτως ἐφήδεται τοῖς παραπτώμασιν ὁ τῆς ἁμαρτίας αἴτιος. Ἔξω τοῦ παραδείσου τυγχάνεις, ὁ κατηχούμενος, κοινωνῶν τῆς ἐξορίας τῷ Ἀδὰμ τῷ προπάτορι. Νῦν δέ σοι τῆς θύρας ὑπανοιγομένης, εἴσελθε ὅθεν ἐξῆλθες, καὶ μὴ βραδύνῃς, μήπου θάνατος παρεμπεσὼν ἀποφρά ξῃ τὴν εἴσοδον. Ἡ κεφαλὴ λοιπὸν λευκαίνεται, τοῦ βίου τὸ θέρος ἐγγὺς, τάχα ἀκονᾶται καθ' ἡμῶν ἡ δρεπάνη, καὶ δέδοικα, μὴ καθευδόντων ἡμῶν καὶ ἐνασχολουμένων ταῖς ματαίαις ματαιότησιν, ἀθρόον ἐπιστῇ