1

 2

 3

1

De paradiso

ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑ∆ΕΙΣΟΝ

Καί γε ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ

τὸν ἄνθρωπον ὃν ἔπλασεν. Νοήσωμεν ἀξίαν θεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτου καὶ τηλικούτου δημιουργοῦ. ἐν τοῖς κατόπιν εἴρηται Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν καρπόν. εἰ ἐκ τῶν κοινῶν ξύλων ἦν ὁ παράδεισος, ἐμπεριείχετο δηλονότι τῇ πρώτῃ γενέσει τῶν φυτῶν καὶ οὐδὲν ἐδεῖτο ἐξαιρέτου φυτείας θεοῦ τὰ νῦν ἐν τῷ παραδείσῳ ὑπ' αὐτοῦ τοῦ θεοῦ φυτευόμενα δένδρα. νῦν μέντοι ὡς διάφορον παρὰ τὰ ἤδη ὑπάρχοντα γένη φυτῶν τὸ ἐν τῷ παραδείσῳ ὑπ' αὐτοῦ τοῦ θεοῦ φιλο τεχνηθὲν σύστημα δένδρων ὑπὸ τοῦ λόγου δείκνυται. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ λοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπου 76 τῆς ἰδίας ἑαυτοῦ χειρὸς ἔργον ἐποίησεν, τόπον ὑπερφέροντα τῆς ὅλης κτίσεως, θαυμαστὸν τῷ κάλλει, ἐν περιόπτῳ κείμενον, ἀνεπισκότητον διὰ ὕψος, πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς καταλαμπόμενον, πεφωτισμένον πάντοθεν, τὴν ἐκ τῶν ὡρῶν εὐκρασίαν ἡδίστην ἔχοντα, ἀέρι διαυγεστάτῳ περιλαμπόμενον. ἐκεῖ οὖν ἐφύτευσεν, ὅπου οὐκ ἀνέμων βίαι, οὐχ ὡρῶν ἀμετρίαι, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἦρος, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ' εὔκρατος καὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν πρὸς ἀλλήλας ἑκάστης αὐτῶν καὶ ἰδίῳ κάλλει κεκοσμημένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος· οὔτε τοῖς ἠρινοῖς κάλλεσι τοῦ θέρους λυμαινο μένου οὔτε τῶν θερινῶν ἢ μετοπωρινῶν καρπῶν καταρ ρυσουμένων ὑπὸ τοῦ γήρως. <σὺν> ἀλλήλαις γὰρ τὸν τόπον ἐκεῖνον αἱ ὧραι περιεχόρευον, ἀλλ' ὁμοῦ καὶ τοῖς παρ' ἑαυταῖς ἐξαιρέτοις δορυφοροῦσαι συνέτρεχον· τοῦ ἦρος τὰ τερπνά, τοῦ θέρους τὰ τρόφιμα, αἱ μετοπωριναὶ εὐφροσύναι, 77 αἱ χειμεριναὶ ἀναπαύσεις. ἡ γῆ πίων, μαλακή, ὄντως ῥέουσα γάλα καὶ μέλι, πρὸς καρπογονίαν ἐπιτηδεία, κατάρρυτος πᾶσα ὕδασι γονιμωτάτοις οἷόν τι κάλλος ἀμήχανον παρεχο μένοις. λεπτὰ γὰρ καὶ διαφανῆ τὰ ὕδατα, πολὺ μὲν τῇ ὄψει τὸ τερπνὸν ἔχοντα, πλέον δὲ τοῦ τερπνοῦ τὸ ὠφέλιμον παρεχόμενα.

Πρότερον οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα ἐφύτευσεν ἐν αὐτῷ παντοδαπὰ κάλλη τῶν δένδρων ὄψιν τε χαριε στάτην καὶ ἀπόλαυσιν ἡδίστην δι' ἑαυτῶν χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἐναργῶς ἀγαγεῖν τὴν πατρίδα, ἵνα σεαυτὸν ἐκ τῆς ἐξορίας ταύτης ἀνακαλέσῃ; οἱ λειμῶνες εὐανθεῖς ἥδιστον θέαμα· τὸ τούτων χαριέστερον τῇ διανοίᾳ φαντάσθητι. ἐνταῦθα τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστί, κεκραμένην ἔχον τὴν ἀηδίαν τῇ χάριτι, μονονουχὶ διαμαρτυρόμενον ἡμῖν ὅτι τὰ τερπνὰ ὑμῖν, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται. 78 τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλ' εὐθὺς αἱ λῦπαι ταῖς εὐφροσύναις παραπεπήγασι· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, ταῖς εὐπαιδίαις αἱ ἀποβολαί, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ πλησμοναί, ταῖς ὑγείαις αἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ' ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ὑπομιμνήσκομαι τῆς ἐμῆς, δι' ἣν ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη. καὶ ἐνταῦθα μὲν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθῶν ἡ χάρις ἐπιποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη. ἐκεῖ μέντοι τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον, ἀλλὰ διαρκὲς τὸ