1
Epistulae
Φλαβιανῷ ἐπισκόπῳ
1.1 Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὰ ἡμέτερα· προϊ όντα γὰρ τὰ κακὰ ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν κινήσασι μῖσος οὐκέτι διὰ στοχασμῶν τινων ὑπονοεῖται, ἀλλ' ἐν παρρησίᾳ σπουδάζεται, καθάπερ τι 1.2 τῶν ἀγαθῶν κατορθωμάτων. ὑμεῖς δὲ οἱ τέως ἔξω ὄντες τοῦ τοιούτου κακοῦ καταρρᾳθυμεῖτε τοῦ παῦσαι νεμο μένην ἐν τῇ γειτονίᾳ τὴν φλόγα, ὥσπερ οὐκ εἰδότες ὅτι οἱ καλῶς περὶ τῶν ἰδίων βουλευσάμενοι τὸν τῶν γειτόνων ἐμπρησμὸν ἐν πολλῇ τῇ σπουδῇ καταστέλλουσι, δι' ὧν τοῖς πλησίον βοηθοῦσι τὸ μὴ δεηθῆναι τῆς ἐπὶ τοῖς ὁμοίοις 1.3 βοηθείας πραγματευόμενοι. τί οὖν ἐστιν ὃ λέγω; ἐπιλέ λοιπεν τὸν βίον ἡ ὁσιότης, πέφευγεν ἀφ' ἡμῶν ἡ ἀλήθεια· τῆς δὲ εἰρήνης πρότερον μὲν τὸ γοῦν ὄνομα εἴχομεν περι φερόμενον ἐν τοῖς στόμασιν, νῦν δὲ οὐ μόνον ἐκείνη οὐκ ἔστιν, ἀλλ' οὐδὲ τὸ ὄνομα αὐτῆς ἡμῖν ὑπολέλειπται. ὡς δ' ἂν εἰδείης σαφέστερον ὑπὲρ ὧν σχετλιάζω, δι' ὀλίγων σοι τὴν τραγῳδίαν ἐκθήσομαι. 1.4 Ἦσάν τινες οἱ τὸν αἰδεσιμώτατον Ἑλλάδιον δυσμενῶς πρὸς ἡμᾶς ἔχειν καταμηνύοντες καὶ πρὸς πάντας διεξ ιέναι ὡς τῶν μεγίστων αὐτῷ κακῶν αἴτιος εἴην ἐγώ. οὐκ ἐπειθόμην τοῖς λεγομένοις, πρὸς ἐμαυτὸν καὶ τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν βλέπων· ὡς δὲ παρὰ πάντων ὁμοφώ νως τὰ αὐτὰ πρὸς ἡμᾶς ἀπηγγέλλετο καὶ συνέβαινεν ταῖς φήμαις τὰ πράγματα, πρέπειν ᾠήθην μὴ περιιδεῖν ἀθερά πευτον τὴν ἄρριζόν τε καὶ ἀφύτευτον ταύτην δυσμένειαν. 1.5 διὸ καὶ πρὸς τὴν σὴν ἐπέστειλα θεοσέβειαν, καὶ πολλοὺς ἄλλους τοὺς δυναμένους συμβαλέσθαι τι πρὸς τὸ προκεί μενον ἐπὶ τὴν σπουδὴν ταύτην παρώρμησα· καὶ τέλος, τὴν μνήμην τοῦ μακαριωτάτου Πέτρου παρὰ Σεβαστηνοῖς πρώ τως ἀγομένην ἐπιτελέσας, καὶ τὰς συνήθως παρ' αὐτῶν ἐπιτελουμένας τῶν ἁγίων <μʹ> μαρτύρων μνήμας κατὰ τὸν αὐ τὸν χρόνον συνδιαγαγὼν ἐκείνοις, ἐπὶ τὴν ἐμαυτοῦ πάλιν 1.6 ἐκκλησίαν ὑπέστρεφον. καί τινος μηνύσαντος κατὰ τὴν ὀρει νὴν αὐτὸν ἐνορίαν διάγειν μαρτύρων ἐπιτελοῦντα μνήμας, τὰ μὲν πρῶτα τῆς ὁδοῦ εἰχόμην, εὐπρεπέστερον εἶναι κρί νων ἐπὶ τῆς μητροπόλεως γενέσθαι τὴν συντυχίαν· ὡς δέ τις τῶν γνησίων κατὰ σπουδήν μοι συντετυχηκὼς ἀρρωστεῖν αὐτὸν διεβεβαιώσατο, καταλιπὼν ἐν τῷ τόπῳ τὸ ὄχημα, ἐν ᾧ παρὰ τῆς τοιαύτης κατελήφθην φήμης, ἵππῳ τὸ μεταξὺ διῆλθον διάστημα, κρημνῶδες καὶ ὀλίγου ἀπόρευτον ταῖς 1.7 τραχυτάταις ἀνόδοις. ἦν δὲ πεντεκαίδεκα σημεῖα, ὡς παρὰ τῶν ἐγχωρίων ἠκούσαμεν, οἷς τὸ ἐν τῷ μέσῳ διεμετρεῖτο διάστημα. τούτων τὰ μὲν ἐκ ποδὸς τὰ δὲ διὰ τοῦ ἵππου μόλις διελθών, ὄρθριος, μέρει τινὶ καὶ τῆς νυκτὸς συγχρη σάμενος, κατὰ τὴν πρώτην τῆς ἡμέρας ὥραν ἐφίσταμαι τοῖς Ἀνδαημονοῖς· οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον, ἐν ᾧ ἦν ἐκ 1.8 κλησιάζων ἐκεῖνος μετὰ ἄλλων ἐπισκόπων δύο. ἄποθεν δὲ κατιδόντες ἐξ αὐχένος τινὸς ὑπερκειμένου τῆς κώμης τὴν ἐν τῷ ὑπαίθρῳ τῆς ἐκκλησίας συνδρομήν, βάδην τὸν με ταξὺ διήλθομεν τόπον, ἐκ ποδός τε προϊόντες αὐτός τε καὶ ἡ μετ' ἐμοῦ συνοδία καὶ τοὺς ἵππους διὰ χειρὸς ἐφελ κόμενοι· ὥστε φθάσαι ὁμοῦ τὰ δύο γενέσθαι, ἐκεῖνόν τε ἐκ τῆς ἐκκλησίας ἐπὶ τὴν οἰκίαν ὑποστρέψαι καὶ ἡμᾶς πλη 1.9 σιάσαι τῷ μαρτυρίῳ. μηδεμιᾶς δὲ γενομένης ἀναβολῆς ἐπέμφθη παρ' ἡμῶν ὁ μηνύσων αὐτῷ τὴν παρουσίαν· καὶ μικροῦ διαγεγονότος διαστήματος ὁ ὑπηρετούμενος αὐτῷ διάκονος συνέτυχεν ἡμῖν, ὃν παρεκαλέσαμεν διὰ τάχους μηνῦσαι, ὥστε ἐπὶ πλεῖον αὐτῷ συνδιαγαγεῖν, ἐφ' ᾧ τε καιρὸν εὑρεῖν πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν 1.10 ἀθεράπευτον.