1

1

Tractatus ad Xenodorum 96.477 Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τοῦ πρὸς Ξενόδωρον γραμματικὸν λόγου, οὗ ἡ ἀρχή· Οὐδὲν Χριστιανοῖς θεολογίας ἀληθοῦς

σωτηριωδέστερον.

Ἐνέργειαν γὰρ ἡμεῖς εἶναί φαμεν τὴν φυσικὴν ἑκάστης οὐσίας δύναμίν τε καὶ κίνησιν, ἧς χωρὶς οὔτε ἐστὶν οὔτε γινώσκεται φύσις. νοερῶν γάρ ἐστι νόησις, αἰσθητικῶν αἴσθησις (καθ' ἣν αὗταί τε τῶν ἐκτὸς ἐφάπτονται φυσικῶς καὶ τοῖς ἐκτὸς ὑποπίπτουσι), πτηνῶν πτῆσις, νηκτῶν νῆξις, ἑρπηστικῶν ἕρψις, βαδιστικῶν βάδισις, βλαστῶν βλάστησις. καὶ περιληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν ἑκάστης ἰδίωμα φύσεως ἐνέργειαν λέγομεν φυσικήν· ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. τὸ γὰρ οὐσίας τινὸς μετέχον καὶ τῆς δηλούσης αὐτὴν φυσικῶς μεθέξει πάντως δυνάμεως. ὅρους γὰρ τῶν οὐσιῶν τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος.