1

 2

 3

1

Admonitiones spirituales

Νουθεσίαι πνευματικαί.

62.741 Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσασθαι. Μνήσθητι ὅτι σήμερον

ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς, καὶ τοὺς ἀγγέλους θεάσασθαι, καὶ παραστῆναι τῷ φοβερῷ βήματι, καὶ ἐλθεῖν ἐνώπιον τοῦ Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ, ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ, καὶ λόγον δοῦναι παντὸς τοῦ βίου σου. Εἰ θέλεις ἰδεῖν τὸν ἅγιον, ἁγίασον σεαυτόν· εἰ θέλεις ἰδεῖν τὸν ἅγιον καὶ ἀμίαντον, ἅγνισον σεαυτὸν πρότερον. Ἀφ' οὗ τις ἔλθῃ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅλον ἑαυτὸν ἀνέθηκε τῷ Θεῷ, καὶ οὐκέτι ἔχει ἑαυτοῦ ἐξουσίαν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ 62.742 κατέγραψεν ἑαυτόν. Ἀρνησάσθω οὖν ἑαυτὸν καὶ τὰ θελήματα ἑαυτοῦ, καὶ ἀκολουθησάτω τῷ Θεῷ. Πόσην ἤγειρε θάλασσαν ἐν τῷ βίῳ ἡ πολιτεία τῆς σαρκὸς ταύτης; ὅσα κύματα εἰργάσατο; ὅσας ταραχάς; ὅσους ἀνέμους; ὅσα ναυάγια; ὅσας ἀνομίας καὶ ἁμαρτίας; ὅσας συμφορὰς καὶ τραγῳδίας; ὅσα κακὰ ἐν πάσαις ταῖς πόλεσιν; ὅσα κατ' οἴκους; ὅσα κατ' ἀγοράν; τίς ἡ δύναμις αὐτῆς; ἢ τίς ἡ ἰσχὺς αὐτῆς; ὅλα φόβου μεστὰ ἔχει. Ἡ γέννησις αὐτῆς φόβος, ὁ θάνατος φόβος, ἡ ζωὴ αὐτῆς φόβος, τὰ μετὰ θάνατον ἄῤῥητα καὶ ἀδιήγητα. Ῥοπὴ ζυγοῦ ἐστιν ἐν τῇ καρδίᾳ ἡμῶν· ἐκεῖ ῥέπει 62.743 ζυγός. Κροῦσον, σπούδασον, ἵνα ἀνοιγῇ σοι ταχέως· μνήσθητι ὅτι μετ' οὐ πολὺ πάντα καταλιμπάνεις τὰ ὁρώμενα, τὸν οὐρανὸν καὶ τὴν γῆν, τοὺς ἀνθρώπους, τὰ πράγματα· μνήσθητι ὅτι οὐδὲν εἶ, οὐ σώματι, οὐ ψυχῇ. Μικρὰ φροντὶς ἐτάραξέ σε, μικρὰ ἀγωνία κατέπληξέ σε, μικρὰ θλῖψις κατέβαλέ σε, μικρὸς πόνος ἐθορύβησέ σε, λόγος ψιλὸς κατεκτύπησέ σε. Καὶ διὰ τί μὴ μισήσῃς τὸν βίον τοῦτον; Ἐγὼ δέ σοι λέγω, ὅτι μετοικῆσαι ὀφείλεις, καὶ ἄνω ἐν ταῖς πύλαις τοῦ οὐρανοῦ πῆξαι σεαυτῷ σκηνὴν, καὶ ἐκεῖ καταμόνας διᾶξαι, καὶ δέεσθαι τοῦ Θεοῦ μέχρι θανάτου, ἵνα εὐμενῶς προσδέξηταί σε, καὶ ἀνοίξῃ σοι ἐν καιρῷ ταχέως. Κάτω ἐπὶ γῆς τὸ σῶμα κλινάτω γόνυ τῷ Θεῷ· καὶ ἄνω ἡ ψυχὴ παρακαλείτω διαπαντὸς, ἐπὶ πρόσωπον ἑαυτὴν ῥίπτουσα· φιλονεικήσωσι, τίς πλέον καμεῖ ἐν τῇ δεήσει. Κατὰ σὲ οὖν ὁ κόσμος ἀπέθανε, κατὰ σὲ ἦλθεν ἡ κρίσις ἡ μέλλουσα· ὅσον δύνασαι ταύτην ἄπωσαι, κἀκείνης μνημόνευε.

Βέλτιον τὰ κακὰ τῆς μελλούσης, ἢ τὰ ἀγαθὰ τῆς παρούσης λογίζεσθαι· ἐκεῖνά σοι φόβον Θεοῦ προξενεῖ, ταῦτα δὲ καὶ τὸν ὄντα συλᾷ. Ἐν τοῖς πνευματικοῖς πράγμασιν ὀρφανοί ἐσμεν ἅπαντες· οὐδένα ἔχομεν, εἰ μὴ τὸν Θεὸν, βοηθὸν, καὶ τὴν σπουδὴν ἑαυτῶν. Οὐκοῦν πάντων διαπτύσαντες, φροντίσωμεν ἑαυτῶν. Μνήσθητι σεαυτοῦ καὶ τῶν κακῶν τῶν περιεχόντων σε· μνήσθητι τῶν ἁμαρτιῶν σου λοιπὸν, καὶ τῆς κρίσεώς σου· μνήσθητι, ὅτι ἄνθρωπος εἶ θνητὸς καὶ ἀσθενὴς καὶ ταλαίπωρος, ῥυπαρὸς καὶ ἀκάθαρτος· μνήσθητι, ὅτι ἄνθρωπος εἶ ἐν βίῳ θλιβερῷ διάγων καὶ κινδύνων μεστῷ, πολλοὺς ἀποκτείναντι καὶ καλοὺς καὶ κακοὺς, σοφοὺς καὶ ἀσόφους, πλουσίους καὶ πένητας. Ἄγε, φέρε, ἵνα φάγῃς καὶ πίῃς, καὶ ἑνὸς ψωμοῦ οὐκ ἔχεις τὸ ἀσφαλές. Μνήσθητι, ὅτι ἄνθρωπος εἶ, ὀστέα τεταπεινωμένα ἀπὸ κεφαλῆς ἕως ποδῶν, μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν κόπον, ἢ μιᾶς νυκτὸς ἀγρυπνίαν· μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι· μνήσθητι, ὅτι λέοντι καὶ δράκοντι παλαίεις ἡμέρας καὶ νυκτός· λόγισαι πόσαι εἰσὶν ἐν ᾅδου ψυχαὶ, ὅτι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν, καὶ μὴ τυγχάνουσαι, ἀλλ' εἰς τὰ κατώτατα τῆς γῆς θρηνοῦσαι τὰς πορνείας ἑαυτῶν καὶ τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς, τὰς πονηρίας αὐτῶν καὶ τὰς λογομαχίας. Μνήσθητι, ὅτι οὐκ εἰς μακράν σε δεῖ ἀποθανεῖν καὶ κριθῆναι, καὶ τοῦτο