1

 2

1

De caritate

Περὶ ἀγάπης.

60.773 Λόγος μὲν οὐδεὶς περὶ ἀγάπης κατ' ἀξίαν εἰπεῖν ἱκανὸς, διὰ τὸ μὴ εἶναι αὐτὴν ἐπίγειον, ἀλλ' ἐπουράνιον. Οἶμαι δὲ καὶ τὴν τῶν ἀγγέλων γλῶτταν ἀπορεῖν πρὸς τὴν ταύτης ἀκριβεστάτην ζήτησιν, ἐπειδήπερ ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ μεγαλονοίας ἀπαύστως προέρχεται. Ἆρα οὖν ἐπειδήπερ οὔτε ἀνθρώπων γλῶσσα ἱκανὴ πρὸς τὴν ταύτης ἀκριβεστάτην ἐξήγησιν, ἀποκνήσομεν καὶ ἡμεῖς; Ἀλλὰ μηδαμῶς· ἐπειδὴ παρὰ Θεῷ καὶ τῶν πολυαργύρων παμμεγέθεις προσφοραὶ εὐπρόσδεκτοι· ἀλλὰ καὶ τῶν ἀνυποκρίτων μετὰ γνώμης ἱλαρᾶς, κἂν σφόδρα βραχύτατα τυγχάνωσιν, ὡς καὶ τῆς χήρας ἐκείνης τῆς βαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον προεκρίθη ἡ προσφορὰ τῶν τὸν πολὺν χρυσὸν θεμένων.

Καὶ ἡμεῖς τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον θέμενοι ἀρωγὸν καὶ διορθωτὴν τῶν λεγομένων, προθύμῳ καρδίᾳ τὰ δύο δηνάρια τῆς ἀγάπης εἰς τὸ γαζοφυλάκιον τῆς διανοίας ὑμῶν βαλώμεθα. Ταῦτα γὰρ οἶμαι ἐκεῖνα τὰ δύο δηνάρια τὰς δύο ἐντολὰς, ἐν αἷς ὁ νόμος ὅλος κρέμαται καὶ οἱ προ 60.774 φῆται. Εἴρηται γὰρ παρὰ Κυρίου ἐν Εὐαγγελίοις, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται. Ἀγάπη πρὸς Θεὸν, καὶ ἀγάπη πρὸς τὸν πλησίον, δύο ἐντολαὶ ἀλλήλων ἐχόμεναι· ὁ ἔχων μίαν τούτων, τὴν δὲ ἄλλην οὐκ ἔχων, οὗτος οὐδὲ ἢν δοκεῖ ἔχειν κέκτηται. Ὡς γὰρ ψυχὴ ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ' αὖ πάλιν σῶμα ἄνευ ψυχῆς· οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, οὐ τυγχάνει ἀγάπη· οὐδ' αὖ πάλιν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς τὸν Θεὸν, οὐ καλεῖται ἀγάπη. ∆ιὸ σπάνιόν ἐστιν εὑρεῖν τελείαν ἀγάπην. Ἕλληνες ταύτην ἀγνοοῦσι, κἂν δοκῶσιν εἰς ἀλλήλους ἔχειν ἀγάπην· τὸν Θεὸν δὲ ἀγνοοῦντες, ταύτης ξένοι τυγχάνουσι. Ἰουδαῖοι, κἂν πρὸς ἀλλήλους ἔχωσιν ἀγάπην, μιμήσαντες τὸν Κύριον τοῦ νόμου λέγοντος, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου, αὐτοὶ ἀντὶ τῆς 60.775 ἀγαπήσεως μῖσος ἐγκολπωσάμενοι, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθά φησιν ἐν τῷ προφήτῃ· Καὶ ἔθεντο μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ταύτην τὴν ἀγάπην οὔτε οἱ λέγοντες τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα ἢ ποίημα κέκτηνται, κἂν ἔχωσιν εἰς ἀλλήλους ἀγάπην.

Πῶς γὰρ ὁ ἀγαπῶν τὸν Θεὸν, τοῦτον λέξει κτίστην ἢ ποιητὴν τοῦ Χριστοῦ, καὶ οὐχὶ προγεννήτορα; ἢ πῶς τὸν Υἱὸν λέξει ἀγαπᾷν, ὁ φάσκων εἶναι τοῦτον κτίσμα ἢ ποίημα; Κἂν τὸν Πατέρα λέξῃ ἀγαπᾷν, τὸν Υἱὸν μὴ ἀγαπῶν, ἐστέρηται τῆς πρὸς τὸν Πατέρα ἀγάπης, ὥς φησιν ὁ Ἀπόστολος· Ὁ μὴ ἔχων τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Ταύτην τὴν ἀγάπην οἱ τὸ Πνεῦμα κτίσμα ἢ ποίημα λέγοντες οὐκ ἔχουσι, κἂν δοκῶσι Πατέρα ὁμολογεῖν καὶ ἀγαπᾷν. Εἴ τις γὰρ Πνεῦμα οὐκ ἔχει Χριστοῦ, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ὅσοι τοίνυν ὀρθοδόξως φρονοῦσι περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλήλους φυλάττουσιν ἀγάπην, οὗτοι κέκτηνται τὸ τέλειον τῆς ἀγάπης. Ἀγάπη Πατέρα ὁμολογεῖ, Υἱὸν προσκυνεῖ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον δοξολογεῖ· ἀγάπη τὴν συμφωνίαν τῆς Τριάδος οὐ διαιρεῖ. Ὢ ἀγάπη, ἀγγέλων σύμβιος, πατέρων σύντροφος, προφητῶν σύσκηνος, μαρτύρων σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλησίας σύνδεσμος.

Ἀγάπη πόλεμον οὐκ οἶδεν, ἐχθρὸν οὐκ ἔχει, εἰρήνην βραβεύει· ἀγάπη φονικοὺς θυμοὺς πραΰνει, λογικοὺς λαοὺς σεμνύνει· ἀγάπη, ἡ ἐν τῷ κόσμῳ μὴ χωροῦσα, καὶ ἐν ταπεινῇ καρδίᾳ κατοικοῦσα· ἀγάπη μέλιτος καὶ γάλακτος