1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

De paenitentia

Περὶ μετανοίας, καὶ εἰς Ἡρώδην καὶ Ἰωάννην τὸν Βαπτιστήν. αʹ. Φέρε δὴ, καὶ τῶν ὑμετέρων κρότων τὴν ὑμετέραν προτιμήσωμεν λυσιτέλειαν, καὶ μικρόν τι τὴν Ἐκκλησίαν περὶ πολιτείας ἠθικῆς ὑπομνήσαντες διαλεχθῶμεν ἐν ὑμῖν, ἐξ ὧν ἐλάχιστος μὲν ἀναπέμπεται τῷ λέγοντι κρότος, πλεῖστος δὲ τοῖς ἀκούουσιν ἐγγίνεται τῆς κατὰ ψυχὴν σωτηρίας ὁ πόθος. Καλὸς μὲν γὰρ καὶ ὁ περὶ πίστεως λόγος, καὶ πρέπων φιλοθέοις ψυχαῖς· καὶ ὅταν ἴδωμεν ὑμῶν τὸν ζῆλον ἐγηγερμένον ἐν ταῖς περὶ πίστεως ἀκροάσεσι, τὸ φιλοδέσποτον τῆς ὑμετέρας ψυχῆς ἀκριβῶς καταμανθάνομεν. ∆εινὸς μὲν γὰρ οἰκέτης κατηγορεῖ τοῦ δεσπότου, εὔνους δὲ οἰκέτης χαίρει τοῦ δεσπότου παρὰ πάντων ἐπαινουμένου· διόπερ ἡ περὶ τοὺς ἐπαίνους τοῦ δεσπότου προθυμία τῆς οἰκετικῆς εὐνοίας ἀπόδειξιν ἔχει. Καλὸν δὲ καὶ τὸ ἀγγεῖον ἐκσμήχειν τῆς ψυχῆς, ἵνα διὰ τῆς ἠθικῆς διδασκαλίας προκαθαρθὲν, δεκτικὸν τοῦ μύρου τῆς θεολογίας εὑρίσκηται. Εἰς γὰρ ἀκάθαρτον ψυχὴν, φησὶν, οὐκ εἰσελεύσεται παιδεία. Ἔστι δὲ ἡμῖν ὁ περὶ πολιτείας λόγος σφόδρα δεόμενος ἀκριβοῦς ἐξετάσεως. Ἐὰν γὰρ ἐλπίδας ὑποτείνω μετανοίας, δέδοικα μή τις χαυνωθεὶς ἐλπίδι τῆς μελλούσης μετανοίας, καταῤῥᾳθυμήσῃ τῆς πολιτείας· ἐάν τε πάλιν ἀποκλείσω τὰς τῆς μετανοίας ἐλπίδας, δέδοικα μή τις ἀπαλγήσας παραδῷ τὸ σῶμα ταῖς ἐπιθυμίαις. Ἴσον γὰρ εἰς ἡδυπαθείας προτροπὴν καὶ ῥᾳθυμία, ψυχῆς ἡδοναῖς χαυνουμένης, καὶ μετανοίας ἀπόγνωσις. ∆ιόπερ ὁ λόγος ἡμῖν διωρίσθω διχῆ, πρός τε τοὺς ὑγιαίνοντας, καὶ τοὺς ἀῤῥωστοῦντας. Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ὁ φθάσας ὀλισθῆσαι, προλαβέτω τὸ πτῶμα τῇ μετανοίᾳ· ὁ καὶ καταπεσεῖν κινδυνεύσας, μὴ καταῤῥαγήτω· εἰ δέ τις καὶ προλαβὼν κατεῤῥάγη, τῆς τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους φιλανθρωπίας μὴ ἀπογνώτω. Ἔστιν ἐνίοτε σαλευθῆναι παρὰ μικρόν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἔστι καὶ σαλευθέντα βοηθηθῆναι παρὰ τοῦ ∆εσπότου· Εἰ ἔλεγον, Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἔστι μὴ σαλευθῆναι μόνον, ἀλλὰ καὶ ὠσθῆναι καὶ κινδυνεῦσαι πρὶν ἢ κατενεχθῆναι· ἀλλ' οὐδὲ τοῦτον παρορᾷ ὁ Θεός. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἆρ' οὖν ὁ πεσὼν ἀπόλωλε παντελῶς; Οὐδαμῶς. Ἔστι καὶ τούτου παραμυθία. Ὅταν πέσῃ,φησὶν, οὐ καταῤῥαχθήσεται. Τί τὸ αἴτιον; Ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι. Ἆρ' οὖν οἱ καταῤῥαγέντες ἀπώλοντο; Ἴδωμεν καὶ ἐνταῦθα τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Ταῦτά μοι δοκεῖ καὶ ἡ ψαλμωδία καλῶς ἐνδεικνυμένη, πρὸς ἀπόγνωσιν ἡμᾶς μετανοίας οὐκ ἤγαγε. Λέγουσα γὰρ περὶ τοῦ Θεοῦ, φησίν· Ὁ Θεὸς κριτὴς δίκαιος. Μὴ καταφρονήσῃς τῆς λέξεως· δικαιοσύνη γάρ ἐστιν ἐξ ἴσου κατ' ἀξίαν διανεμητική. Πρῶτον ἄκουσον ὅτι δίκαιος, καὶ προπαρασκευάζου πρὸς ἀπολογίαν, εἶτα, ἐπειδὴ ἀντίκειται πολλάκις πρὸς ὑπόνοιαν· Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, πῶς οὐκ εὐθὺς ἀνταποδίδωσι τοῖς ἁμαρτάνουσιν; ὁ δεῖνα ἄδικος, καὶ εὐθηνεῖται· ὁ δεῖνα βίαιος, καὶ πλουτεῖ· ὁ δεῖνα ἀσελγὴς, καὶ δυναστεύει· πῶς ταῦτα δικαιοσύνης Θεοῦ; εἰ δίκαιος, πῶς οὐ παραχρῆμα τοῖς ἁμαρτάνουσιν ἐπάγει τὴν τιμωρίαν; ἆρα μὴ δίκαιος μέν ἐστιν, οὐκ ἰσχύει δὲ παραχρῆμα τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἀντιδοῦναι; Ἐνίοτε γὰρ δικαστὴς δικαίως μὲν δικάζει, ἀσθενεῖ δὲ τὴν οἰκείαν ἀπόφασιν ἀγαγεῖν εἰς ἔργον. Ἆρ' οὖν μὴ δι'