1

 2

1

Encomium in sanctum Polycarpum

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΠΟΛΥΚΑΡΠΟΝ. ΕΥΛΟΓΗΣΟΝ.

Χαιρέτω καὶ σήμερον, ἀγαπητοί, μᾶλλον δὲ δι' αἰῶνος χαιρέτω τῶν

ἁπανταχοῦ τῆς ἐκκλησίας ποιμένων τὸ ἱεροπρεπὲς ἐν Χριστῷ ἀξίωμα. τοῦτο Παῦλος τοῖς Φιλιππησίων ἐπισκόποις σὺν πρεσβυτέροις καὶ διακόνοις ἐπευχόμενος ἔλεγεν Χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. χαιρέτω καὶ πάσης τῆς ἐκκλησιαστικῆς καθέδρας ὁ στέφανος τοῖς μαρτύρων στεφάνοις. XX fere linearum paucae litterae leguntur. μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ διὰ Ἡσαΐου λέγοντος Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. IX lineae evanuerunt. ᾠκοδόμησαν τὴν ἐπουράνιον Σιών, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς κατὰ τὸν Παῦλον. διαρρήδην αὐτοὺς ἐγκωμιάζει ἐν πνεύματι ἁγίῳ. ἐπὶ τούτῳ πάλιν ὁ Παῦλος μαρτυρεῖ λέγων Ὑμεῖς ναὸς τοῦ θεοῦ ἐστε, καὶ τὸ πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ὑμῖν.

Τούτῳ τῷ λίθῳ καὶ ὁ μακάριος σήμερον Πολύκαρπος ἑαυτὸν ἐπῳκοδόμησεν, πειθόμενος τῷ αὐτῷ λέγοντι Οἰκοδομὴ θεοῦ ἐστε, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος αὐτοῦ ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ. τούτοις ἑαυτὸν ἐποικοδομήσας τοῖς ἁγίοις τὸν τῆς ἀφθαρσίας στέφανον ἀπέλαβεν δραμὼν οὐκ ἀδήλως, ἀλλ' ὑπωπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας. οὗτος τοῖς μετ' αὐτὸν ἐρχομένοις ἐπὶ τὸ μαρτύριον δι' αἰῶνος κάλλιστον κατέλιπεν μνημόσυνον· αἰώνιον γὰρ μένει ὁ δίκαιος. καὶ πᾶς ὁ τῆς πανηγύρεως ὅμιλος ἡσθεὶς θέλει μαθεῖν, πῶς οὐκ ἐφοβήθη τὴν ματαίαν καὶ πονηρὰν ἀκωκὴν τοῦ διαβόλου, πάνυ μετὰ ἀκριβείας. Εἰσῆλθεν εἰς τὸ στάδιον. εἰσελθὼν παρὰ τοῦ ἀνθυπάτου ἐδελεάζετο λόγοις ἀπατηλοῖς· ὁμολογήσαντα δὲ ἔφθειρεν ἡ κατηγορία τὸν προγενῆ. εἶτα τῶν ὄχλων μετὰ σπουδῆς συναγόντων ἐκ τῶν ἐργαστηρίων ξύλα καὶ φρύγανα, καὶ μάλιστα Ἰουδαίων ... VIII lineae evanuerunt πνεύματος. Στέφανος δὲ una linea evanuit πρὸς αὐτοὺς διαλεγόμενος Τίνα, φησίν, τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; τοὺς προκαταγγείλαντας περὶ τῆς παρουσίας τοῦ Χριστοῦ. XIX lineae evanuerunt. ... τοῦ πυρὸς ὀργάνοις ὁ μάρτυς, προσηλοῦν ἤθελον τὸν τὰ κέντρα τοῦ διαβόλου θραύσαντα διὰ τῆς εἰς Χριστὸν ὁμολογίας. ὁ δὲ μακάριος Πολύκαρπος Ἐάσατε, φησίν, οὕτως· ὁ γὰρ τὴν ὑπομονὴν χαριζόμενος ἀξιώσει τῶν ἥλων ἐκτὸς ἄσκυλτον τηρῆσαι τὸ σῶμα. ὅμως οὐ καθήλωσαν, προσέδησαν δὲ τὸν δίκαιον. εἶτα ὡς ὀπίσω τὰς χεῖρας ποιήσας προσδεθεὶς τὸ ἐνεργὸν εἰς ἀεὶ ἀμὴν δεόμενος οὕτως ὁλοκαύτωμα τῷ θεῷ ἑαυτὸν παρέστησεν.

Εἶτα δὲ τῆς πυρᾶς ἁφθείσης θαῦμα μαγικὸν ἐγένετο τοῖς ὁρῶσιν. τὸ γὰρ πῦρ εἰς ὕψος ἐπαρθὲν ἐκορυφοῦτο καμάρας εἶδος ποιοῦν, καὶ χαλκοειδὲς γενόμενον ἐκύκλωσε τὸ σῶμα τοῦ μάρτυρος, οὐκ ἀφώρισεν τοῦτο ἀπὸ ὑδάτων, ἀλλὰ λαμπρότατον ἀπέφηνε. λεγέτω καὶ νῦν Ἡσαΐας ὁ προφήτης τῷ διὰ Χριστὸν πονησαμένῳ μάρτυρι Κἂν διὰ πυρὸς διέλθῃς, ἡ φλὸξ οὐ κατακαύσει σε. Τέλος ἰδόντες οἱ τοῦ πυρὸς ἄνθρωποι οὐ δυνάμενον ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι τὸν μακάριον Πολίκαρπον, ὠθῆσαι ἐκέλευσαν εἰς τὸ σῶμα τοῦ μάρτυρος ξίφει στέρνης ἔνδον ἅπαξ ἕνα. ὠθήσαντος ἐκείνου ἐτρώθη τὸ ἅγιον αὐτοῦ σῶμα, ἵνα λοιπὸν ἐν οὐρανοῖς οἰκοίη τὸ πνεῦμα. εἶτα ὡς αἷμα ἐξῆλθεν. τ······έχ··διήνοιξε··· τὴν πλευράν, ἐξελθεῖν φασὶν περιστερὰν καὶ πλῆθος αἱματοειδές· τὸν μέγαν Πολύκαρπον ἀδελφοὶ ἰδόντες οὐρανομήκη··χ····· τούτου πνεύματος τ····· ἄξιον ὁμηγύριος εὐλόγησεν ὄχλος βοῶν Ὁ μακάριος ἐγγὺς τοῦ θεοῦ ἔσται καὶ οἰκεῖ ἐν οὐρανοῖς. Ταῖς εὐπραγίαις σου