1
In mediam hebdomadam jejuniorum
Εἰς τὴν μέσην ἑβδομάδα τῶν νηστειῶν.
59.701 Εὐλογητὸς ὁ Θεὸς ὁ χαρισάμενος τοῖς ἀγωνισταῖς τῆς νηστείας καὶ τὸ μέσον
ἆθλον τῆς ἐγκρατείας θεάσασθαι. Ἰδοὺ γὰρ ἐπὶ ταῖς θύραις ἑστήκαμεν τῶν μέσων τῆς νηστείας σκαμμάτων· ἰδοὺ τὸ μέσον τοῦ ἀγῶνος ἡμῖν πρόκειται. ∆εῦρο γοῦν θαῤῥοῦντες τῷ ἀγωνοθέτῃ Χριστῷ, κατατολμήσωμεν καὶ τῶν δευτέρων τῆς νηστείας παλαισμάτων. Ἐμεσάσαμεν χάριτι Κυρίου ἤδη τὴν εἰς οὐρανοὺς ἀνάγουσαν κλίμακα· ἀναλώσωμεν καὶ τῶν ἁμαρτημάτων μὴ τὸ ἥμισυ μόνον, ἀλλὰ τὸ ὅλον. Πλησίον γεγόναμεν λοιπὸν τῶν ἐπάθλων· ἐπιμείνωμεν τοίνυν τοῖς σκάμμασι. Λάμπουσι γὰρ ἤδη τῶν τῆς ἐγκρατείας σκαμμάτων τὰ χαρίσματα, στίλβουσι τῶν ἀθλητικῶν ἱδρώτων οἱ στέφανοι, οὐρανόθεν πρόκεινται τῶν ἀγώνων τὰ βραδεῖα, ἃ βραβεύει ὁ ἀγωνοθέτης Χριστὸς τῇ νίκῃ 59.702.50 τῶν σκαμματιζόντων. Οὐρανόθεν ἡμᾶς νευροῖ πρὸς τὴν τῆς νηστείας εὐτονίαν, καὶ οὐρανόθεν ἐπαγγέλλεται διδόναι χαρίσματα τοῖς ἀθληταῖς τῆς νηστείας. Μὴ τοίνυν ὀλιγωρήσωμεν πρὸς τοὺς ἀγῶνας, ἵνα καταλάβωμεν τῶν τῆς νηστείας στεφανιτῶν τὴν πόλιν. Οὐρανὸν γὰρ περιπολοῦσιν οἱ τῆς νηστείας τρόφιμοι, οὐρανὸς ἀγκαλίζεται τοὺς μιμητὰς τῶν ἀγγέλων, ἐπειδὴ οὐράνιον τῶν νηστευόντων τὸ πολίτευμα. Νηστεία γὰρ τοὺς ἀνθρώπους ἀπὸ γῆς εἰς οὐρανοὺς μεθίστησιν, εἰς τὴν τῶν ἀγγέλων ἀνάγει τάξιν, εὔκολον τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς πορείαν καθίστησι, καὶ παρ' αὐτὸν τὸν ἐπουράνιον βασιλέα παρίστησι, τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν χορηγοῦσα. Ξένον γὰρ, ἀδελφοὶ, τοῦ παρ' ἡμῶν ἀγῶνος τὸ θαῦμα. Παῖδες γὰρ μετὰ ἀνδρῶν ἀλείφονται, γυναῖκες 59.703 ἀνδράσιν ἁμιλλῶνται, ἡ ἀσθενὴς τῶν θηλειῶν πρὸς τὸν ἀγῶνα ἀνδρίζεται φύσις.
Ἐλεύθερον τοῖς ἐθέλουσι τὸ σκάμμα τῆς νηστείας. Χριστὸς γὰρ ἄφθονος ἀγωνοθέτης κάθηται. Σπεύσωμεν καὶ πρὸς τὸν μέσον ἀγῶνα τῆς νηστείας· μηδεὶς καταισχύνῃ τὸν πνευματικὸν τοῦτον ἀγῶνα· μηδεὶς λειποτακτήσῃ τῶν πνευματικῶν ἀγώνων τούτων. Λέλειπται γὰρ ὁ ἐχθρὸς τοῦ θράσους, ἀφῄρηται τὸ πλέον τῆς μάχης, νενίκηται τῇ τοῦ Θεοῦ κρίσει, δεδούλωται ἡττηθεὶς, ἐλήλαται διὰ νηστείας, ἐπ' ἐδάφους ὑπὸ νηπίων γελώμενος ἔῤῥιπται, ἐπιτάφιον αἰσχύνης ὑπ' αὐτῶν δεχόμενος ὄνειδος. Μηδεὶς τοίνυν ὀκλάσῃ, ἀγαπητοὶ, περὶ τὸ μέσον τῆς νηστείας γενόμενος· μηδεὶς ὀλιγωρήσῃ τῶν μέσων σκαμμάτων· ἡ γὰρ ἡμετέρα γενναιότης ἐκείνου κατάπτωσις. Εἴ τις ἀθλεῖ νωθρῶς, ἐκεῖνον ῥώννυσιν· εἴ τις ὑμῶν ἀσθενῶς ἀγωνίζεται, ἐκεῖνον νευροῖ. Στῶμεν τοιγαροῦν πρὸς τὸν ἀγῶνα γενναίως, ἵνα ὁ ἀντίπαλος πέσῃ μειζόνως. Βρωμάτων φύγωμεν πόθον· καρτερήσωμεν πρὸς ὀλίγον, ἵνα ἀθάνατον λάβωμεν χάριν. Ἔφαγε γὰρ Ἀδὰμ, καὶ θανάτῳ κατεδικάσθη· ἐνήστευσεν Ἠλίας, καὶ τοῦ οὐρανοῦ τὰς κλεῖς ἐπιστεύθη· ἔπιε Νῶε, καὶ τὸν νοῦν μετεβλήθη· ἤσκησεν Ἐνὼχ, καὶ ὑπ' ἀγγέλων μετετέθη· ἐχορτάσθη Φαραὼ, καὶ ἐν θαλάσσῃ σὺν ἅρμασι κατεποντίσθη· ἐνήστευσε Μωϋσῆς, καὶ θάλατταν κατεπέβη, καινοτέρων τειχῶν ἐκ τῆς ὑγρᾶς τῶν ὑδάτων οὐσίας γενόμενος οἰκοδόμος, καὶ ξένην γῆν τὸν λαὸν ὁδοιπορεῖν παρασκευάσας, κεκονιαμένῳ ποδὶ τὴν θάλασσαν παρήγαγε.
Μετέλαβεν Εὔα παρανόμου βρώσεως, καὶ πάντες ἐξ ἐκείνης θανάτῳ παραδίδονται· ἀπέσχετο ὁ ἐκ Μαρίας τεχθεὶς ∆εσπότης ἐννόμου βρώσεως, καὶ πάντας τῆς καταδίκης τοῦ θανάτου ἠλευθέρωσε. Γεῦσις θανάτου τὸ ἐν παραδείσῳ δένδρον. Ἧ δὲ ἂν ἡμέρᾳ γὰρ, φησὶν ὁ Θεὸς, φάγησθε ἀπ' αὐτοῦ, θανάτῳ