1

 2

 3

1

In oraculum Zacharia

Ὁμιλία εἰς τὸν χρηματισμὸν Ζαχαρίου, καὶ εἰς τὴν σύλληψιν τῆς Ἐλισάβετ.

50.785

Οὐδὲν τοῖς ∆εσποτικοῖς ἀνυπότακτον ὅροις· πάντα γὰρ εἴκει καὶ δουλεύει τῷ θείῳ προστάγματι. Πρόσταγμα γὰρ, φησὶν, ἔθετο, καὶ οὐ παρελεύσεται· ὁ γὰρ λόγῳ τὴν ἀρχὴν τὸ πᾶν συστησάμενος, καὶ αὖθις δύναται μεταποιῆσαι τὰ ποιήματα λόγῳ. Εἶπέ ποτε τὴν ἄνυδρον πέτραν γενέσθαι κατάῤῥυτον· ἡ δὲ ποταμοὺς ὕδατος εὐθέως ἐρεύγεται· Ἐπάταξε γὰρ πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ποταμοὶ κατεκλύσθησαν· καὶ ἡ ξηρὰ πέτρα τὸ πρὶν καὶ ἄγευστος ὕδατος, πηγὴ ποταμῶν καὶ μήτηρ ὑδάτων ἐγίνετο· οὐδὲν γὰρ ἄγονον, ᾧ γονὴν ἐπιτάττει Θεός. Ὁ τότε τοίνυν τὴν ἄγονον πέτραν μεταβαλὼν εἰς λίμνην, καὶ νῦν τὴν στείραν Ἐλισάβετ παιδογόνον ἐκέλευσεν ἀναδειχθῆναι μητέρα, καὶ τὴν ἄκαρπον κατάκαρπον ἔδειξε, καὶ τὴν τῷ γήρᾳ βεβαρημένην ὡς νεόγαμον κόρην.

Ὅτε πρὸς τάφον ἠπείγετο, τότε πρὸς τοκετὸν εὐτρεπίζετο· ὅτε τὸ σῶμα τὸ γῆρας ἐμάρανε, τότε τὴν μήτραν ὁ Θεὸς ἀνενέωσε· καὶ ὅπερ διὰ τὸν χρόνον ἀπέβαλε, διὰ τὸν Πλάστην ἀνέλαβε· καὶ ὅπερ ἡ νεότης ἀπώλεσε, τὸ γῆρας ἀπητεῖτο· ὅτε γείτων ἐγένετο τοῦ θανάτου, τότε παιδὸς ὠνομάζετο μήτηρ· καὶ τοὺς τῆς μάμμης ὑπερβαίνουσα χρόνους, εἰς μητρικὴν ἐνέπιπτε φροντίδα, καὶ βρέφος ἐπὶ τῆς ἀγκάλης ἐβάσταζεν, ἡ βακτηρίας διὰ τὸ γῆρας πρὸς ἐπίβασιν χρῄζουσα· καὶ πρωτότοκον ἡ γραῦς ἐψηλάφα παιδίον, καὶ στείρα παραδόξως ἐγέννησεν, ἵνα παρθένος τίκτουσα παρὰ φύσιν πιστευθῇ. Ἀμφότερα καινὰ καὶ παράδοξα· στείρα γὰρ καὶ παρθένος ἀπροσδόκητοι μητέρες. Τούτου δὲ τοῦ παραδόξου τοκετοῦ μηνυτὴς τῷ γέ 50.786 ροντι Ζαχαρίᾳ ὁ ἀρχάγγελος ἐπέμφθη Γαβριήλ· καὶ στὰς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου ὤφθη αὐτῷ· Καὶ ἐταράχθη, φησὶ, Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Εἶδε γὰρ ὅπερ οὐκ εἶδέ ποτε, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ἀψηλάφητον σχῆμα, ἀσυνείκαστον θέαν, ὄψιν ἀσύγκριτον, ἀεροβάτην δρομέα, πτηνὸν ἀνθρωπόμορφον· καὶ Ἰδὼν ἐταράχθη. Ἰδὼν δὲ αὐτὸν ταραττόμενον ὁ ἄγγελος, χρησταῖς ἐπαγγελίαις φυγαδεύει τὸν φόβον· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Μὴ φοβοῦ, Ζαχαρία· οὐ φόβον ἐπισείων ἐλήλυθα, ἀλλὰ χαρᾶς σοι μηνυτὴς παραγέγονα· ποίας χαρᾶς; Ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· οὗτος ὡς ἑωσφόρος ἐπιφαύσει τῷ κόσμῳ, καὶ τὸ σκότος τῆς ἀγνωσίας διώξει, τὸν τῆς δικαιοσύνης ἐπικαλούμενος ἥλιον. Ὁ ὀπίσω γάρ μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν· οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Καὶ αὐτὸς προελεύσεται ἐν πνεύματι καὶ δυνάμει τοῦ Ἠλίου. Τὸ πνεῦμα τοῦ Ἠλίου κατῴκησε καὶ εἰς τὸν Ἰωάννην· πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται· καὶ σχεδὸν ἐν πᾶσιν εὑρίσκομεν ὅμοιον τῷ Ἠλίᾳ τὸν Ἰωάννην.

Ἐκεῖνος ἐν ὄρεσι διῃτᾶτο, καὶοὗτος ἐν τῇ ἐρήμῳ διέτριβεν· ἐκεῖνον κόρακες ἔτρε 50.787 φον, καὶ οὗτος ἀκρίδας βοτανῶν ἤσθιεν· ἐκεῖνος μηλωτὴν περιεβάλλετο, καὶ οὗτος τρίχας καμήλων· ἐκεῖνος αὐστηρὸς ἦν καὶ ἐλεγκτικὸς, καὶ οὗτος ὁμοίως· ἐκεῖνος τὸν Ἀχαὰβ ἤλεγχε τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ Ἰεζάβελ τὴν γυναῖκα αὐτοῦ· Σὺ εἶ, φησὶν, ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· καὶ ὁ Ἰωάννης τὸν Ἡρώδην καὶ Ἡρωδιάδα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ