1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

1

In principium Actorum

ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ

ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.

αʹ. Τί τοῦτο; ὅσον προΐασιν ἡμῖν αἱ ἑορταὶ, τοσοῦτον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἡμεῖς οἱ παρόντες· ἐλάττους μὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυμίᾳ· ἐλάττους τῷ ἀριθμῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς. Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, μεστοὶ οἱ περίβολοι, καὶ κύματα ἀπιόντα καὶ ἐπανιόντα ἐμιμεῖτο τὸ πλῆθος· ἀλλ' ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία. Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐλαβείας γέμοντα. Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλιγάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτημένην, εἴ τις ἀμφοτέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ σταθμῷ θελήσει σταθμῆσαι, εὕρῃ ἂν ταύτην καθέλκουσαν. Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ. Οὕτω καὶ ἐπὶ τῶν σταθμητῶν γίνεται· ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς μίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ μὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς καθέλκουσι τὴν τρυτάνην· οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθμῷ, τῶν πολλῶν εἶναι τιμιωτέρους καὶ ἀναγκαιοτέρους. Ἀλλὰ τί ὑμῖν τὰ παραδείγματα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πραγμάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινομένην; Τί οὖν αὕτη φησί; Κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος εἷς μυρίων ἀντάξιος. Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρωπος μυρίων ἀντάξιος μόνος; ἀλλὰ καὶ τῆς οἰκουμένης ἀναγκαιότερος καὶ τιμιώτερος. Καὶ τούτου τὴν μαρτυρίαν ἀπὸ τῶν Παύλου ῥημάτων ποιήσομαι. Ἀνθρώπων γὰρ μνησθεὶς πενήτων, ἐλαυνομένων, θλιβομένων, κακουχουμένων, οὕτω φησί· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί λέγεις; τῶν ὑστερουμένων, τῶν κακουχουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ 51.6668 κόσμος; Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; Ὁρῶ μὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσμος ἄξιος αὐτῶν· ἐγὼ γὰρ τῶν νομισμάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες. Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ. Ἐν πενίᾳ διῆγον· ἀλλ' ἐπλούτουν κατὰ τὴν εὐσέβειαν. Ἀνθρώπων ἦσαν ἐχθροί· ἀλλὰ τῷ Θεῷ φίλοι. Καὶ τίνες εἰσὶν οὗτοι; Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ' ἐκείνους ἅπαντες. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ' ὅτι τὸ στόμα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ μηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε. Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ· χαίρω μὲν δι' ὑμᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι' ἐκείνους τοὺς μὴ παρόντας· ἀλγῶ σφόδρα, καὶ ὀδυνῶμαι, καὶ συντέτριμμαι τὴν καρδίαν. Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου