1
In sanctam theophaniam seu baptismum Christi
ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΙΑ.
50.805 Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμέ νους ἔχει τοὺς ῥύακας, καὶ
εἴ τις διψῶν πίνει ἐξ ἐκεί νης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστά σαι.
Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται. Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. ∆ιὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖ σα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμε νος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα; τί σεαυτὸν συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀν θρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρό τερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυ ρότερος. Σὺ καὶ κατ' ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώ θης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται.
Τί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου. Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ ∆εσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέ γετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι' ἐκεῖνον, ἐκεῖνος οὐ δι' ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγια στικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιο 50.806 κρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαν τας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖ νον προσμείνατε, παρ' ἐκείνου τὸ τέλειον δέξασθε βά πτισμα· ἐγὼ λύχνος ἐν μέρει,