1
Post reditum a priore exsilio
ΤΟΥ ΑΥΤΟΥ ΕΠΑΝΕΛΘΟΝΤΟΣ Ἀπὸ τῆς προτέρας ἐξορίας ὁμιλία.
52.443 αʹ. Ὅτε τὴν Σάῤῥαν ἀπὸ τοῦ Ἀβραὰμ ἥρπασεν ὁ Φαραὼ, τὴν καλὴν καὶ εὐειδῆ
γυναῖκα ὁ πονηρὸς καὶ βάρβαρος καὶ Αἰγύπτιος, ἀδίκοις ὀφθαλμοῖς ἰδὼν αὐτῆς τὸ κάλλος, καὶ μοιχείας ἐργάσασθαι δρᾶμα βουλόμενος· τότε δὴ, τότε παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἐκόλασεν ὁ Θεὸς, ἵνα δειχθῇ καὶ τοῦ δικαίου ἡ ἀνδρεία, καὶ τῆς γυναικὸς ἡ σωφροσύνη, καὶ τοῦ βαρβάρου ἡ ἀκολασία, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία· τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον· τῆς γυναικὸς ἡ σωφροσύνη, ὅτι ἐνέπεσεν εἰς τὰς βαρβαρικὰς χεῖρας, καὶ τὴν σεμνότητα διετήρησε· τοῦ βαρβάρου ἡ ἀκολασία, ὅτι ἀλλοτρίᾳ ἐπῆλθεν εὐνῇ· τοῦ Θεοῦ ἡ φιλανθρωπία, ὅτι μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ. Ταῦτα ἐγίνετο τότε ἐπὶ τοῦ Ἀβραὰμ, ἐγένετο δὲ σήμερον ἐπὶ τῆς Ἐκκλησίας. Αἰγύπτιος οὗτος, ὡς ἐκεῖνος Αἰγύπτιος· οὗτος δορυφόρους εἶχεν, ἐκεῖνος ὑπασπιστάς· ἐκεῖνος τὴν Σάῤῥαν, οὗτος τὴν Ἐκκλησίαν· μίαν νύκτα ἐκεῖνος συνέσχε, μίαν ἡμέραν οὗτος εἰσῆλθεν· οὐδ' ἂν τὴν μίαν συνεχωρήθη, ἀλλ' ἵνα δειχθῇ τῆς νύμφης ἡ σωφροσύνη, ὅτι εἰσέρχεται, καὶ οὐ διεφθάρη αὐτῆς τὸ κάλλος τῆς σωφροσύνης, καίτοι μοιχὸν ἡτοίμασε, καὶ τὰ γραμματεῖα συνετελεῖτο, καὶ πολλοὶ τῶν τῆς οἰκίας ὑπέγραφον. Ἀπηρτίσθη ἡ μηχανὴ, καὶ τὸ τέλος οὐκ ἐγένετο.
Ἐφάνη ἐκείνου ἡ πονηρία, καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία. Ἀλλ' ὁ μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα· λέγει γὰρ τῷ Ἀβραάμ· Τί ἐποίησας τοῦτο; εἰς τί εἶπας, ὅτι ἀδελφή μού ἐστι; καὶ μικροῦ ἂν ἥμαρτον· οὗτος δὲ μετὰ τὴν παρανομίαν ἐπηγωνίσατο. Ἄθλιε καὶ ταλαίπωρε, Ἥμαρτες, ἡσύχασον, μὴ πρόσθες ἁμαρτίαν ἐφ' ἁμαρτίαν. Κἀκείνη μὲν ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν Αἰγυπτιακόν· ἡ δὲ Ἐκκλησία ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν ἀπὸ τῆς γνώμης, καὶ σωφρονεστέρα ἐφάνη. Ὄρα δὲ τὴν μανίαν τοῦ βαρβάρου. Ἐξέβαλες τὸν ποιμένα· τί τὴν ἀγέλην διέσπασας; Ἀπέστησας τὸν κυβερνήτην· τί τοὺς οἴακας κατέκλασας; Τὸν ἀμπελουργὸν ἐξέβαλες· τί τὰς ἀμπέλους ἀνέσπασας; τί τὰ μοναστήρια διέφθειρας; Βαρβάρων ἔφοδον ἐμιμήσω.
βʹ. Ἐποίησεν ἅπαντα, ἵνα δειχθῇ ὑμῶν ἡ ἀνδρεία· ἐποίησεν ἅπαντα, ἵνα μάθῃ
ὅτι ποίμνη ἐστὶν ἐνταῦθα ὑπὸ Χριστοῦ ποιμαινομένη. Ἔξω ὁ ποιμὴν, καὶ ἡ ἀγέλη συνεκροτεῖτο, καὶ τὸ ἀποστολικὸν ἐπληροῦτο ῥῆμα· Οὐκ ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Καὶ τοιαῦτα ἠπείλουν δεδοικότες ὑμῶν τὴν ἀνδρείαν καὶ τῆς ἀγάπης τὸ φίλτρον, καὶ τὸν πόθον τὸν περὶ ἐμέ. Οὐδὲν τολμῶμεν, φησὶν, ἐν τῇ πόλει· δότε ἡμῖν αὐτὸν ἔξω. Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ὁ ποιμὴν ἔξω, καὶ ἡ ἀγέλη σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥω, καὶ οἱ 52.444 στρατιῶται ὡπλίζοντο. Οὐκέτι ἡ ἐκκλησία εἶχε τὸ στρατόπεδον μόνον, ἀλλὰ καὶ ἡ πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥῦμαι, αἱ ἀγοραὶ, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφήμουν, καὶ ἡμῖν προσέτρεχον. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐγένετο. Καΐφας