1

1

Fragmenta in epistulam i ad Thessalonicenses 4561 Thess 1,3 Ἢ ἔργον πίστεώς φησι τὸ μὴ μόνον λόγοις ἀλλὰ καὶ ἔργοις δεικνύειν τὴν πίστιν, ὅτι ὑπὲρ τῆς τοῦ θεοῦ ἢ τῆς ἐμῆς, φησίν, ἀγάπης καὶ κόπους καὶ κινδύνους ὑπεμείνατε· τοῦτο γὰρ τὸ ὄντως ἀγαπᾶν, τὸ πάντα ὑπὲρ τοῦ ἀγαπωμένου πάσχειν ἀνέχεσθαι. 1 thess 2,2 Ἐν τῷ θεῷ ἡμῶν θαρρήσαντες, φησίν. 1 thess 2,13 Ἢ ἐνεργεῖ ἐν ὑμῖν, τοῦτ' ἔστι τὴν οἰκείαν δύναμιν ἐπιδείκνυσιν, ἴσως διὰ σημείων τινῶν· ἢ ἐνεργεῖται, τοῦτ' ἔστιν αὔξει διὰ τοῦ ὑμετέρου βίου. 1 thess 2,16 Ταῦτα δὲ καὶ πάλαι ἐπὶ τῶν προφητῶν καὶ νῦν ἐπὶ Χριστοῦ καὶ ἐφ' ἡμῶν ἔπραξαν, ἵνα πάντοτε ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι αὐτῶν· ἐπειδὴ γὰρ πάντοτε ταῦτα ἔπραττον, πάντοτε ἀνεπλήρουν τὰς ἁμαρτίας αὐτῶν. 1 thess 3,2 Ἡ γὰρ παράκλησις ὑπὲρ τοῦ μὴ σαλευθῆναι εἰς τὴν πίστιν ἐγίνετο. 1 thess 3,3 Σαίνεσθαι δὲ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι· ἀπὸ μεταφορᾶς τῶν τὰς οὐρὰς ταρασσόντων κυνῶν. 1 thess 3,9 Εἰκότως ἔμπροσθεν τοῦ θεοῦ χαίρομεν· αὐτὸς γὰρ ταύτης ἡμῖν τῆς χαρᾶς αἴτιος καὶ αὐτοῦ τὸ δῶρον. 1 thess 4,10α ∆ιὰ τοῦτο γὰρ οὐ χρείαν ἔχομεν γράφειν, ὅτι οὐ δεῖσθε περὶ τούτου ὑπομνήσεως, ἀλλὰ ποιεῖτε αὐτό. 457 1 thess 4,10β Μακεδονίας γὰρ μητρόπολις ἡ Θεσσαλονίκη. 1 thess 4,14 Τί οὖν, εἴποι τις ὡς πρὸς τὴν δευτέραν ἐξήγησιν, μερικὴ ἔσται ἡ ἀνάστασις, ὡς τῶν ἀπίστων μὴ ἀνισταμένων; οὐ τοῦτο, ἀλλ' ὅτι πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ ἀχθήσονται· τὸ γὰρ ἀχθῆναι τὴν μετὰ τιμῆς πανταχόθεν ἐν νεφέλαις ἁρπαγὴν καὶ ἀγωγὴν τὴν πρὸς τὸν κριτὴν δηλοῖ. οἱ μὲν γὰρ πιστοὶ καὶ οὐκ ἐπίπλαστον ἔχοντες τοῦτο τὸ ὄνομα ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀπάντησιν τοῦ Χριστοῦ, οἱ δὲ ἄπιστοι κάτω περιμενοῦσιν αὐτὸν ἐρχόμενον μὴ ἀξιούμενοι ἀπαντῆσαι. διὰ τί γὰρ μὴ εἶπεν· ἵνα τιμωρηθῆτε ὡς μὴ ὁμολογοῦντες ἀνάστασιν; ἢ ὡς ὡμολογημένον τοῦτο παρείασεν, καί φησιν· ἵνα μὴ μετὰ τῆς τιμωρίας τῆς ἐκεῖ καὶ τὰ ἐνταῦθα λυπῆσθε. ἢ ὅτι τῇ μὲν ἀναστάσει οὐκ ἠπίστουνκαὶ δηλοῖ τὸ περὶ τῶν χρόνων αὐτοὺς ἀμφιβάλλειν, ὅπερ κάτω φησίν ἀλλὰ μόνον ἠδημόνουν ἐπὶ τοῖς τελευτῶσιν. 1 thess 4,15 Ἴσως καὶ τοῦτο ἓν ἦν τῶν ἀρρήτων· πάντα δὲ οὐκ ἐξῆν, τοῦτο δὲ ἐξῆν λαλῆσαι.