Iambi ad Seleucum

 ὄψεσιν τέχνης μέρος. ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρ

 παλαίστρᾳ ποικίλοις συγγράμμασιν, αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀ

 Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν Ἱερεμίαν τε συμπαθῆ, καὶ

Iambi ad Seleucum

Χαίρειν κελεύω τὸν καλόν τε κἀγαθὸν υἱὸν Σέλευκον, εὐγενοῦς ῥίζης κλάδον. χαίρειν δὲ καὐτὸς εὔχομαι τῷ σῷ βίῳ μαθήμασίν τε καὶ τρόποις φρονῶν μέγα. Πρῶτον μὲν οὖν φόβον τε καὶ πόθον ἔχε θεοῦ· θεὸς γὰρ πᾶσιν ἀρχὴ καὶ τέλος τοῖς εὖ φρονοῦσι γίγνεται παντὸς βίου. Τὸ δεύτερον δὲ τὸν τρόπον ἄσκει, τέκνον, πρᾶον, ταπεινόν, ἐγκρατῆ, στερρόν, γλυκύν, ἀβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφόν, σεμνόν, φίλεργον, εὐσταθῆ καὶ σώφρονα. κόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταις μὴ χρήμασιν τοσοῦτον, ἀλλὰ τῷ τρόπῳ πλουτεῖν· τὸ σὸν γὰρ τοῦτο· τὰ δὲ χρήματα παίζει πλανῶντα τὴν φιλόπλουτον νόσον, ἄλλοις ἀπ' ἄλλων προσγελᾶν πεφυκότα, πόρνης ἀπίστου τὸν τρόπον μιμούμενα πολλοὺς ἐραστὰς ποικίλως μωκωμένης, συνόντα καὶ φεύγοντα καὶ κολλώμενα τούτοις ἐκείνοις, οὐδενὶ δὲ γνησίως. τὸ γὰρ βέβαιον οὐκ ἔχει πλούτου φύσις λάβροις θαλάσσης κύμασιν εἰκασμένη κυρτουμένοις, πίπτουσιν ἀστάτῳ φορᾷ. σὺ τοίνυν, ὦ παῖ, τοῖς τρόποις πλουτῶν ἀεὶ θησαυρὸν ἕξεις οὐ κλοπαῖς συλώμενον, οὐ συκοφάνταις ἐν μέσῳ προκείμενον, οὐδ' αὖ τυράννων χερσὶν ἐξαντλούμενον ἢ βαρβάρων ὅπλοισιν ἐκπορθούμενον, μένοντα δ' ἔνδον τῶν ἀσωμάτων δόμων ψυχῆς ταμείοις ἀσφαλῶς τηρούμενον, ὃν οὔτε λάβρον ἐσθίει πυρὸς μένος, οὐδ' αὖ καλύψει κῦμα ποντίου σάλου.

Τοῦτον τὸν ὄντως ὄντα σὸν καὶ γνήσιον πλοῦτον φυλάττων σμῆχε τοῖς μαθήμασιν, βίβλοις ποιητῶν, ἱστορικῶν συγγράμμασιν, καὶ ταῖς τρεχούσαις ῥητόρων εὐγλωττίαις λεπταῖς τε μερίμναις φιλοσόφων ἀσκούμενος. τούτοις δ' ἅπασιν ἐμφρόνως ἐντύγχανε σοφῶς ἀπ' αὐτῶν συλλέγων τὸ χρήσιμον, φεύγων δ' ἑκάστου τὴν βλάβην κεκριμένως, σοφῆς μελίττης ἔργον ἐκμιμούμενος, ἥτις ἐφ' ἅπασιν ἄνθεσιν καθιζάνει, τρυγᾷ δ' ἑκάστου πανσόφως τὸ χρήσιμον αὐτὴν ἔχουσα τὴν φύσιν διδάσκαλον. σὺ δ' ἐκ λογισμοῦ τῶν μὲν ἀφθόνως δρέπου τῶν ὠφελούντων. εἰ δέ τι βλάβην φέρει, συνεὶς τὸ φαῦλον ὀξέως ἀφίπτασο. ὠκύπτερος γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. ὥσθ' ὅσα μὲν αὐτοῖς εἰς ἀρετὴν ἐγκώμια ὑμνοῦσιν αὐτὴν ἐγράφη καὶ τοὔμπαλιν κακίαν ψέγουσιν, ταῦτα σὺ σπουδῇ μαθὼν καὶ νοῦν φύλασσε καὶ χάριν τῆς λέξεως. ἃ δ' εἰς θεοὺς ἔγραψαν ἐν λήρῳ πλατεῖ μύθους ἀσέμνους, δαιμόνων διδάγματα, μύθους γέλωτος ἀξίους καὶ δακρύων, ταῦθ' ὡς βρόχους τε καὶ πάγας ἀποστρέφου. ἄμφω δ' ἀναγνούς, τοὺς θεοὺς καὶ τοὺς λόγους, θεοὺς γελοίους καὶ λόγους ἐρασμίους, καταφρόνει μὲν τῶν φιληδόνων θεῶν, λόγους δὲ τιμῶν, ὥσπερ ἐξ ἑνὸς φυτοῦ, καὶ τὰς ἀκάνθας φεῦγε καὶ ῥόδον δρέπου. καὶ τῶν μὲν ἔξω σοι λόγων οὗτος νόμος ἄριστος. οἷς δὲ πᾶσαν ἁρμόττει νέμειν σπουδήν, ἐροῦμεν, ἀλλὰ μικρὸν ὕστερον. Ἐκεῖνο γάρ σοι πρῶτον εἰπεῖν βούλομαι. φεύγειν κατάκρον τῶν κακῶν ὁμιλίας καὶ τὰς σὺν αὐτοῖς ἡδονὰς χρὴ τὸν νέον. πολλοὶ γάρ εἰσιν, ὡσπερεὶ βοσκήματα ψώρας γέμοντα καὶ νοσήματός τινος, οἳ τοὺς νέους πειρῶσι τοὺς ἁπλουστέρους παρατριβόμενοί τ' ἐν δόλῳ πανουργίας ὥσπερ νόσου θέλουσι τῆς πονηρίας αὐτοὺς ἀναπιμπλᾶν, ὥστε τῇ τῶν πλειόνων κοινωνίᾳ σφῶν τοῖς κακοῖς ἐπισκοτεῖν. τούτους φυλάττου. καὶ γάρ, ὡς Παύλῳ δοκεῖ, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ναὶ μὴν ἐκεῖνο σφόδρα σοι τηρητέον· μίσει θεάτρων, θηρίων, ἱπποδρόμων ἄσεμνον ᾠδήν, δύσεριν κακῶν θέαν, βίου ματαιότητας, ὕδραν ἡδονῶν, ἀνδρῶν ἀσελγῶν ἀπρεπῆ μαθήματα οἷς οὐδέν ἐστιν αἰσχρὸν ἢ τὸ σωφρονεῖν. οἱ μὲν γὰρ αὐτῶν, αἰσχύνης ὑπηρέται, τέχνην ἔχουσι τὸ φρονεῖν ταῖς ὕβρεσιν, μῖμοι γελοίων κονδύλοις εἰθισμένοι, αἰδῶ τεμόντες τοῖς ξυροῖς πρὸ τῶν τριχῶν, ἀσελγὲς αἰσχρότητος ἐργαστήριον, οἷς πάντα πάσχειν καὶ ποιεῖν, ἃ μὴ θέμις, ἐν ταῖς ἁπάντων

1