1

 2

 3

 4

 5

 6

1

Contra Sabellianos et Arium et Anomoeos

ΟΜΙΛΙΑ Κ∆ʹ. Κατὰ Σαβελλιανῶν, καὶ Ἀρείου, καὶ τῶν Ἀνομοίων.

Μάχεται Ἰουδαϊσμὸς Ἑλληνισμῷ, καὶ ἀμφότεροι Χριστιανισμῷ, ὥσπερ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ ἀλλήλοις ἦσαν πολέμιοι καὶ τῷ Ἰσραήλ· ὡς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν δειλίαν καὶ θράσος καὶ ἀλλήλοις ἀντικείμενα, καὶ τῇ ἀνδρίᾳ. Τοιαύτη τίς ἐστι καὶ πρὸς τὴν ὀρθότητα τῆς ὁμολογίας ἑκατέρωθεν παρακειμένη μάχη· ἐντεῦθεν μὲν Σαβελλίου, ἑτέ ρωθεν δὲ τῶν τὸ ἀνόμοιον κηρυσσόντων. Ἡμεῖς δὲ, ὥσπερ ἀπεφύγομεν Ἕλληνας, καὶ τὴν πονηρὰν εἰ δωλολατρείαν ἐξετράπημεν, καὶ τὸ πολύθεον αὐ τῶν ἄθεον εἶναι κατέγνωμεν· οὕτως ἀπεφύγομεν καὶ τὴν τῶν Ἰουδαίων βλασφημίαν τῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἀρνουμένων, φοβηθέντες ἐκείνην τὴν ἀπειλήν· Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώ πων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Φεύγωμεν δὴ οὖν, ὡς τὸ εἰκὸς, καὶ τοὺς τὰ συγγενῆ τούτοις κατὰ τοῦ λόγου τῆς ἀληθείας ἐπεξευρίσκοντας. Ἐπειδὴ γὰρ εἶδεν ὁ σοφὸς τοῦ κακοποιῆσαι διάβολος τὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους τῶν Χριστιανῶν ἀλλοτρίωσιν, καὶ ὅτι εὐθὺς ἐκ τῶν ὀνομάτων ἔχομεν πρὸς αὐτοὺς πολεμίως, τὸ ἡμέτερον ἐπιθεὶς ἑκατέροις ὄνομα, οὕτως ἐπεισάγειν ἐπιχειρεῖ πάλιν τὴν Ἰου δαϊκὴν ἄρνησιν, καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν. Οἱ μὲν γὰρ ἔργον Θεοῦ εἶναι λέγοντες τὸν Μονογενῆ, καὶ ποίημα, εἶτα προσκυνοῦντες καὶ θεολογοῦν 31.601 τες, ἐκ τοῦ λατρεύειν τῇ κτίσει, καὶ μὴ τῷ κτί σαντι, τὰ τῶν Ἑλλήνων ἄντικρυς ἐπεισάγουσιν· οἱ δὲ τὸν ἐκ Θεοῦ Θεὸν ἀρνούμενοι, καὶ ὀνόματι μὲν ὁμολογοῦντες Υἱὸν, ἔργῳ δὲ καὶ ἀληθείᾳ τὴν ὕπαρξιν ἀθετοῦντες, τὸν Ἰουδαϊσμὸν πάλιν ἀνα νεοῦνται. Καὶ γὰρ ὅταν ὁμολογῶσι Λόγον, τῷ ἐνδια θέτῳ αὐτὸν παρεικάζουσι· καὶ σοφίαν λέγοντες, ὁμοίαν εἶναι λέγουσι τῇ ἕξει τῇ ἐν ψυχῇ τῶν πεπαι δευμένων συνισταμένῃ· καὶ διὰ τοῦτο πρόσωπον ἓν Πατρὸς καὶ Υἱοῦ, ἐπειδὴ καὶ ἄνθρωπος εἷς λέγεται, οὐ διαιρούμενος ἀπὸ τοῦ ἐνυπάρχοντος αὐτῷ λόγου καὶ τῆς σοφίας. Καίτοι ὁ εὐαγγελιστὴς εὐθὺς ἐκ προοιμίων βοᾷ· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἰδίαν ὕπαρξιν διδοὺς τῷ Υἱῷ. Εἰ γὰρ ἐν καρδίᾳ ἦν ὁ Λόγος, πῶς ἂν ἐνοήθη Θεός; πῶς δ' ἂν ἦν πρὸς τὸν Θεόν; Ἐπειδὴ οὔτε ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος, οὔτε πρὸς αὐτὸν εἶναι λέγεται, ἀλλ' ἐν αὐτῷ. Οὔτε γὰρ ζῶν ἐστιν, οὔτε ὑφεστώς· ὁ δὲ τοῦ Θεοῦ Λόγος ζωή ἐστι καὶ ἀλήθεια. Καὶ ὁ μὲν λόγος ὁ ἡμέτερος ὁμοῦ τε ἐλέχθη καὶ οὐκ ἔστι· περὶ δὲ τοῦ Θεοῦ Λόγου τί φησιν ὁ ψαλμός; Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Καὶ ἐντεῦθεν μὲν οὗτος ὁ πόλεμος· ἑτέρωθεν δὲ τίς καὶ ποῖός ἐστιν ὁ κατὰ τῆς ἀληθείας ἀγών; Τὴν μὲν ὕπαρξιν συγχωροῦσι, καὶ ἴδιον εἶναι πρόσωπον Υἱοῦ, καὶ ἴδιον Πατρὸς συντίθενται· ἀνομοιότητα δὲ τῆς φύσεως παρεισάγουσι. Καὶ τὸ τοῦ Υἱοῦ ὄνομα μέχρι φωνῆς συγχωροῦσι, τῇ δὲ ἀληθείᾳ πρὸς τὴν κτίσιν αὐτὸ κατάγουσιν· οὐ δυσωπούμενοι τὴν φω νὴν τοῦ Κυρίου, ἑαυτὸν προδεικνύντος τῷ πρὸς τὴν τοῦ Πατρὸς θεωρίαν ἐπειγομένῳ. Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Αὕτη δὲ ἡ φωνὴ ὀρθῶς λογιζομένοις ἀμφοτέρων ἐμφράττει τὰς βλασ φημίας. Οὔτε γὰρ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκει, ὅς γε διαιρεῖ τὰ πρόσωπα φανερῶς ἐν τῷ λέγειν· Ὁ ἑωρακὼς ἐμέ. ∆είκνυσι γὰρ ἐκ τούτου τὸ ἴδιον αὐτοῦ πρόσωπον· Ἑώρακε τὸν Πατέρα, ἀναφέρων ἐπὶ τὸ πατρικὸν πρόσωπον, καὶ διαιρῶν ἀφ' ἑαυτοῦ προδήλως, καὶ ἐν τῷ λέγειν· Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. Οὐ γὰρ σύγχυσιν τῶν προσώπων ἐμφαίνει ταῦτα, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς θεότητος παρίστησιν. Ἀκουέτωσαν δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἐναντίοι· ὅτι ὁ τῆς τοῦ