1

 2

1

Επιτιμια

ιβʹ Εἴ τις ἐξέλθοι τοῦ μοναστηρίου, μὴ λαβὼν εὐλογίαν, ἢ ἀπολυθεὶς ὑπὸ τοῦ ἀρχιμανδρίτου μετὰ εὐχῆς, ἔστω ἀκοινώνητος. ιγʹ Εἴ τις κέκτηταί τι ἐν τῷ μοναστηρίῳ, ἢ ἔξω τοῦ μοναστηρίου, ἔστω ἀκοινώνητος. ιδʹ Εἴ τις συνδυάζει μετά τινος ἐπὶ τὸ ἀναχωρή σαι τοῦ μοναστηρίου ἐφ' ἑτέρῳ τινὶ κακῷ, ἔστω ἀκοινώνητος. ιεʹ Εἴ τις τῶν ἀρχικουνιτῶν εὑρίσκει τινὰ ταράσ σοντα ἢ διαλεγόμενον ἐν τῷ κουνίῳ, καὶ μὴ ἐκβάλ λει αὐτὸν ἔξω τοῦ χοροῦ, αὐτὸς γενέσθω ἀπευλο γίας. ιʹ Εἴ τις γένηται ἀπευλογίας ἕνεκεν παιδείας, καὶ καταφρονήσας μὴ ἀπολογήσηται, καὶ λάβῃ εὐλο γίαν, ἀφοριζέσθω. ιζʹ Εἴ τις παρατιθεῖ τι ἐν ταῖς τραπέζαις ἢ ἑαυ 31.1309 τῷ, ἢ ἄλλῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρί του, γενέσθω ἀπευλογίας. ιηʹ Εἴ τις ἄνευ μαφορίου ποιεῖ ἔργον ἐν οἱῳδήποτε τόπῳ, γενέσθω ἀπευλογίας. ιθʹ Εἴ τις συντυγχάνει τῷ ἐρχομένῳ ξένῳ ἢ ἰδίῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρίτου, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.

κʹ Εἴ τις ἄρῃ ἀπὸ ἀδελφοῦ τι καὶ ἀποκρύψει, γενέ σθω ἀπευλογίας. καʹ Εἴ τις, μὴ λαβὼν εὐλογίαν, ἐσθίει ἄνευ παιδείας ὢν, ἀφοριζέσθω. κβʹ Εἴ τις οὐχ αἱρῇ εὐλογίαν εἰς τὸν ὄρδινον αὐτοῦ, γενέσθω ἀπευλογίας· εἰ δὲ χρείας ἕνεκεν οὐκ ἔφθασεν, ἀπολογησάσθω. κγʹ Εἴ τις εὑρεθῇ τὴν νύκτα ἰδιάζων μετά τινος, ἢ τὸν τόπον ἀλλάσσων, ὅπου κοιμᾶται, παρὰ γνώ μην τῶν ἐντετυπωμένων, ἀφοριζέσθω. κδʹ Εἴ τις ἐμβάλλει ἑαυτὸν εἰς ἄλλο ἔργον, μὴ ἐπι τραπεὶς, γενέσθω ἀπευλογίας. κεʹ Εἴ τις ἀλλάσσῃ τι μετά τινος, ἢ χαρίζεται παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευ λογίας. κʹ Εἴ τις ἑσπέρας μετὰ τὸ Πάτερ ἡμῶν εὑρεθῇ ὁμιλῶν, ἀφοριζέσθω. κζʹ Εἴ τις τῶν ὑγιαινόντων κοιμᾶται ἔξω τοῦ εὐ κτηρίου, ἔστω ἀφωρισμένος. κηʹ Εἴ τις ἐν τραπέζῃ ἐσθίων φλυαρεῖ, ἐγειρέσθω εἰς προσευχήν. κθʹ Εἴ τις γένηται ἀπευλογίας, καὶ λυπηθεὶς ἀντι παιδεύσει τὸν παιδεύσοντα, ἢ ἀντιλέγων μὴ κατα δέξηται, ἀφοριζέσθω. Εἰ δὲ λέγοι ἀδίκως παιδεύε σθαι, γνωριζέσθω τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, καὶ τὸ ὑπ' αὐτοῦ ὁριζόμενον καταδεχέσθω.

λʹ Εἴ τις ἔχει πρός τινα λύπην, καὶ καταφρονῶν μὴ διαλλάσσεται πρὸ τῆς ὑπηρεσίας, ἢ λέγει τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, ἢ τῷ ἀρχικουνίτῃ, ἀφοριζέσθω. λαʹ Εἴ τις ἐν ἡμέρᾳ προσφορᾶς κωλύει ἑαυτὸν τῆς κοινωνίας παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας. λβʹ Εἴ τις ἀπὸ Γραφῶν φιλονείκως διαλέγεται, γενέ σθω ἀπευλογίας· εἰ δὲ παραγγελθεὶς ἐπιμένει, ὡς ἀπειθὴς καὶ ἀνυπότακτος ἀφοριζέσθω. λγʹ Εἴ τις πλύνει ἢ ἑτέρου ἢ ἑαυτοῦ ἱμάτιον παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας. λδʹ Εἴ τις ἀπολιμπάνεται τῶν τραπεζῶν, μὴ εἰρηκὼς τὴν αἰτίαν, μενέτω ἄσιτος. 31.1312 λεʹ Εἴ τίς τι ἀπολέσει, καὶ, μὴ εὑρὼν αὐτὸ, μὴ ἀναγγείλῃ τῷ ἀρχιμανδρίτῃ, γενέσθω ἀπευ λογίας. λʹ Ἐὰν εὑρεθῶσι δύο ἐπὶ τὸ αὐτὸ συνεχῶς πλη σιάζοντες ἀλλήλοις, καὶ παραγγελθέντες μὴ χω ρίζωνται, ἔσονται ἀφωρισμένοι, ἕως διορθώσων ται. λζʹ Εἴ τις ἑσπέρας μὴ φθάσῃ εἰς τὸ Πάτερ ἡμῶν, ἐκτός τινος αἰτίας, στηκέτω εἰς προσευχὴν, ἕως ἂν πάντες κοιμηθῶσιν ληʹ Εἴ τις, ἐν τῷ καιρῷ τῆς κοινωνίας λύπην ἔχων πρὸς τὸν ἀδελφὸν, μὴ δῷ αὐτῷ εἰρήνην, ἔστω ἀφ ωρισμένος. λθʹ Εἴ τις μεθιστᾷ τὸν ἀδελφὸν αὐτοῦ ἀπὸ τοῦ ὀρδί νου τῆς ὑπηρεσίας, ἐκτὸς τῶν ἐγκεχειρισμένων τὴν φροντίδα, γενέσθω ἀπευλογίας.

μʹ Εἴ τις γνῷ ἀδελφὸν λάθρα ἀναχωρῆσαι θέλοντα τοῦ μοναστηρίου, καὶ μὴ μηνύσῃ τῷ ἀρχιμαν δρίτῃ, ἢ τοῖς προεστῶσιν, ἀφοριζέσθω μαʹ Εἴ τις ἐγείρεται τῆς τραπέζης παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, στηκέτω εἰς προσευχὴν ἕως τοῦ λυχνικοῦ. μβʹ Εἴ τις μετὰ τὴν κοινωνίαν ἐξέρχεται τῆς ὑπ ηρεσίας, ἕως πάντες λάβωσιν εὐλογίας, ἐκτὸς ἀν θρωπίνης ἀνάγκης, καθ' ἑαυτὸν ἐσθιέτω. μγʹ Εἴ τις ποιεῖ