1

 2

 3

 4

 5

 6

 7

1

Homilia de gratiarum actione

ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ,

Λόγος.

Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι' ὧν Θεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷ βίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτε αὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ' αὐτῆς ὠφέ λιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν. Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχε σθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειν αὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸν τὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴν ἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνα τὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰ τῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆς νομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγκαῖον. Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένον διάγειν;

Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο, μυρίων περιισταμένων ἡμᾶς ἀβουλήτων κακῶν, ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξ ὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸν ἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενον μὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτων ἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶν 31.220 ἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρ τίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶν ὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπι χειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνα τόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκ ἐπ' ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιη τικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλου παρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέ σεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκ χαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίου εὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζα πλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι, ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν οἰκειοτάτων, καὶ ἡ λοιπὴ αὐτοῖς τοῦ βίου εὔροια. Λυπηρὰ γὰρ οὐ τὰ ἡμῖν προσπίπτοντα μόνον τῶν ἀλγεινῶν, ἀλλὰ καὶ τὰ φίλους καὶ συγγενεῖς ἀνιῶν τα. Ὥστε ἐκ πάντων τούτων ἀνάγκη ἀθροίζεσθαι τὸ περιχαρὲς καὶ εὔθυμον τῆς ψυχῆς. Καὶ πρὸς τού τοις, ὅταν ὁρᾷν ὑπάρχῃ ἐχθρῶν καταπτώσεις, ἐπι βούλων πληγὰς, εὐεργετῶν ἀμοιβὰς, καὶ ἁπαξαπλῶς ἐὰν μήτε παρόν τι τῶν δυσκόλων, μήτε προσδοκώ μενον ὅλως τὴν ζωὴν ἡμῶν ἐπιταράσσῃ· τότε δυ νατὸν ἐγγίνεσθαι τῇ ψυχῇ τὴν χαράν. Πῶς οὖν πρόσ ταγμα ἡμῖν δέδοται τὸ μὴ ἐκ προαιρέσεως κατορθού μενον, ἀλλ' ἐπακολούθημα ἑτέρων προηγουμένων ὑπάρχον; Πῶς δὲ καὶ ἀδιαλείπτως προσεύξομαι, τῶν τοῦ σώματος χρειῶν ἀναγκαίως τὴν ἔννοιαν τῆς ψυχῆς περιστρεφουσῶν πρὸς ἑαυτὰς, ἀδυνάτου ὄντος κατὰ ταυτὸν πρὸς δύο μερίμνας τὴν διάνοιαν κατα τέμνεσθαι; Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐ χαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ' ἤπειρον περιτυ χών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλη τεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν,