1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Quod rebus mundanis adhaerendum non sit

ΟΜΙΛΙΑ ΚΑʹ. Περὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, καὶ περὶ τοῦ γενομένου

ἐμπρησμοῦ ἔξωθεν τῆς Ἐκκλησίας.

Ἐγὼ μὲν ᾤμην, ἀγαπητοὶ, σφοδρότερον ἑκάστο τε τοῦ λόγου τὸ κέντρον προσάγων, λυπηρός τις εἶναι δόξειν ὑμῖν, ὡς περιττήν τινα παῤῥησίαν ἐπιδεικνύ μενος, καὶ οὔτε ξένῳ πρέπουσαν, οὔτε ἀνδρὶ κατειλημ μένῳ παραπλησίοις ἐγκλήμασιν· ὑμεῖς δὲ ἐκ τῶν ἐλέγχων εἰς εὔνοιαν ἠρεθίσθητε, καὶ τὰς ἀπὸ τῆς γλώττης πληγὰς ὑπέκκαυμα πόθου πεποίησθε πλείονος. Καὶ οὐδὲν ξένον. Ἐστὲ γὰρ σοφοὶ τὰ τοῦ πνεύματος. Ἔλεγχε δὲ σοφὸν, καὶ ἀγαπήσει σε, φησί που τῶν αὑτοῦ λόγων ὁ Σολομών. ∆ιὰ τοῦτο, ἀδελφοὶ, καὶ νῦν ἐπὶ τὴν αὐτὴν ἥκω παραίνεσιν, ὅπηπερ ἂν οἷός τε ὦ, τῶν τοῦ διαβόλου δικτύων ὑμᾶς ἀπάγειν βουλόμενος. Πολὺν γὰρ, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶ παρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Ἐπειδὴ γὰρ τὸ πολὺ τῆς ἐκείνου δυνάμεως ὁ ∆ε σπότης νόμοις ἀλύτοις κατέδησε, καὶ οὐκ εἴασεν εἰς ἅπαξ ὁρμήσαντα τὸ γένος ἐκτρῖψαι τῆς γῆς, κλέπτει τὴν καθ' ἡμῶν νίκην λοιπὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ὁ βάσκανος. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονε κτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαί 31.541 ρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρ εστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφεδρεύειν εἰώθασι· καὶ εἰ ἴδωσί τι χωρίον περὶ αὐ τὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυ κνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτε μνόμενοι προκαλύμμασιν, ἀθρόον ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ πρότερον δυνηθῆναί τινα τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν πρὶν εἰς τούτους πεσεῖν· οὕτως ὁ δυσ μενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος τὰς τῶν κοσμι κῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου τούτου πεφύκασι δειναὶ κρῦψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν.

∆εῖ τοίνυν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑπο κειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ παντα χόσε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ πάντα ὑπο πιεύειν ὅσα τερπνὰ, καὶ παρατρέχειν εὐθὺς, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δει κνύουσα σκηνὰς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐ ρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλού μεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶν, ματαιοτή των, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσ ώπου ὄφεως φεῦγε, φησὶν ὁ Σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοί· μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύ ξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἑκούσιον (Πᾶσα γὰρ σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄν θος ἐξέπεσε). Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερ πνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων εἴ ποτε, τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐ