1

 2

 3

 4

 5

 6

1

Sermo de contubernalibus

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΩΝ ΣΥΝΕΙΣΑΚΤΩΝ.

Ἀρξώμεθα καὶ ἡμεῖς λαλῆσαι, ταῖς τῶν ἁγίων Χριστοῦ δούλων εὐχαῖς δι'

ἁγίου Πνεύματος ὑπὸ τοῦ μονογενοῦς τοῦ Θεοῦ Υἱοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐνδυναμούμενοι, ῥήματα εὐσεβείας καὶ σωφροσύνης. Ἀποφθεγξώμεθα λόγους χάριτος καὶ ἀληθείας ὑπὸ τῆς μεγάλης ἐνδυναμούμενοι χάριτος. Ἀνοίξαντες τὸ στόμα ἐν Χριστῷ προκομίσωμεν θησαυρόν τινα μικρὸν ἐναποκείμενον τῇ καρδίᾳ ἡμῶν, μικρὸν μὲν τῇ αἰσθητῇ ὑποστάσει, μέγαν δὲ τῇ νοητῇ φύσει· καὶ προβάλωμεν χρυσίου καθαροῦ στατῆρα, καὶ καθαρίσαντες τοῦτον, ὥσπερ ἐν χωνευτηρίῳ, τῷ εἰλικρινεῖ φρονήματι, τηλαυγέστατον πᾶσιν ὑμῖν ἐπιδείξωμεν. Πρόθυμος γὰρ ὁ νοῦς, καὶ 30.813 τὸ πνεῦμα πρόθυμον, ἀσθενὴς δὲ ἡ σάρξ.

Ἤθελον γὰρ εἶναι δυνατὸν ὑπὲρ τῶν ὑπερτάτων ἀκρωτηρίων ἐπιστάντα σαλπίσαι με ὥσπερ διὰ τοῦ στόματος, καὶ βροντῆς δίκην κατὰ πάσης ἐξαποστεῖλαι τῆς οἰκουμένης τὰ τῆς σωφροσύνης ῥήματα, ὅπως εἰς μαρτυρίαν ἔσονται πᾶσι τοῖς παραφθείρουσι τὴν ἀλήθειαν. Ἀλλ' ἀδύνατον τὸ πρᾶγμα· ἄν θρωπος γάρ εἰμι ὀλιγόβιος, καὶ εὐτελὴς μὲν τὴν ἡλικίαν, μικρὸς δὲ τὴν φωνὴν, καὶ ἄλλως δὲ τα πεινὸς τὴν ψυχὴν, πολλαῖς ἁμαρτίαις ἐμπεφυρμένος. Ἀλλὰ κἂν βροντῆς δίκην εἰς ὕψος ἐπάρω τὴν φωνὴν, καὶ βοήσω μεγάλα, οὐκ ἀκουσθήσομαι. Χριστὸς γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ὁ πήξας τοὺς οὐρανοὺς ὡσεὶ καμάραν, καὶ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ στερεώσας τὴν θάλασσαν· ὁ πῦρ, καὶ θεῖον, καὶ γέενναν, καὶ φόβον, καὶ τρόμον αἰωνίων κριτηρίων ἑτοιμάσας τοῖς ἁμαρτά νουσιν, οὗτος δι' Εὐαγγελίων βοῶν καὶ παραγγέλλων παρακούεται. Ἀπόστολοι δ' αὖ πάλιν ἅγιοι, τέλειοι τοῦ Χριστοῦ μαθηταὶ, καὶ υἱοὶ βροντῆς ὀνο μασθέντες, δι' ἐπιστολῶν γράφοντες καὶ παρακαλοῦντες καταφρονοῦνται· ἀλλ' οὔτε προφῆται ἅγιοι τοῦ Θεοῦ, οὔτε νόμος, οὔτε ἄνθρωποι νουθετοῦντες ἐντρέπουσι· καὶ τίς ἄλλος δυνήσεται ἄρα τὸ τηλικοῦτον ἀπηνὲς διορθώσασθαι καὶ ἀνήμερον πρᾶγμα; Ὅτε λοιπὸν τραῦμα κατὰ πάσης γέγονε τῆς οἰκουμένης, καί μοι δοκεῖ πολλοὺς λόγους καυτήρων δίκην προσάπτειν τῷ πάθει. Ἐπικέχυται γὰρ τὸ νόσημα, καὶ κεκράτηκε πλείστων, ἵνα μὴ πάντων λέγω, καὶ ὥσπερ ἀχλὺς σκοτεινοτάτη ἐπέσχε τῶν πολλῶν τὸ βλεπτικὸν τῆς διανοίας.

Ἐγὼ δὲ ἐρῶ μετὰ παῤῥησίας, λαμπάδα εὐσεβείας διὰ στόματος ῥήμασιν ἁγίοις ἐξάπτων, καὶ σεμνὰ τρόπων ἀρετῆς παραδείγματα διηγούμενος, μὴ ἄνθρωπον εὐλαβούμενος, ἀλλὰ πρὸ ὀφθαλμῶν ἔχων τὸν ἀπροσωπολήπτως κρίνοντα ζῶντας καὶ νεκροὺς, καὶ οὐ βουλό μενος κοινωνὸς γενέσθαι τῶν ἐν τῷ κακῷ δικτύῳ σαγηνευθέντων, ὅπως δίκην ἡλίου ὁ λόγος τὰς ἀκτῖνας ἐκπετάσας, διαλύσῃ τὸ ζοφῶδες τῆς διανοίας τῶν εἰσακουόντων ἐκ καθαρᾶς καρδίας, καὶ τὸ πάθος παύσῃ ταῖς αὑτοῦ μαρμαρυγαῖς. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησὶν ὁ θεῖος Ἀπόστολος· ἀληθῶς ῥίζα πολλοὺς κλάδους πονηρίας ἐκφέρουσα, δι' ἣν τὰ πάντα ἐν τῷ πονηρῷ βίῳ ἐπιτελεῖται. Ῥίζα δὲ πάντων τῶν κακῶν ἡ φιλογυνία, καὶ ἡγεμὼν τῆς ἀπωλείας, ἡ τῶν ἀγαπητρίδων λέγω δὴ μανία, ῥίζα ἀπώλειαν βλαστάνουσα, καὶ ἐξανθοῦσα μανίαν. Ἰουδαϊκὴ γὰρ τυγχάνει ἐκ Σοδόμων μετενεχθεῖσα, καθότι ὕπουλόν τινα καὶ πεποιημένην τῆς ἔξωθεν ἐπιπλάστου ἀγάπης τὴν φαντασίαν κέκτηται. Καί μοι λαβὼν κόμιζε λοιπὸν εἰς μέσον τὸ τοῦ Ἀποστόλου λόγιον ἐκεῖνο, τὸ φάσκον· Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ