Procatechesis

 παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε

 διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γ

 τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλη

 Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐ

Procatechesis

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΕΙΣ. ΠΡΟΚΑΤΗΧΗΣΙΣ ἤτοι πρόλογος τῶν Κατηχήσεων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου

Ἱεροσολύμων. 1 Ἤδη μακαριότητος ὀσμὴ πρὸς ὑμᾶς, ὦ ΦΩΤΙΖΟΜΕΝΟΙ, ἤδη τὰ νοητὰ ἄνθη συλλέγετε πρὸς πλοκὴν ἐπουρανίων στεφάνων· ἤδη τοῦ Πνεύματος τοῦ ἁγίου ἔπνευσεν ἡ εὐωδία. Ἤδη περὶ τὸ προαύλιον τῶν βασιλείων γεγόνατε· γένοιτο δὲ καὶ ὑπὸ τοῦ βασιλέως εἰσαχθῆτε. Ἄνθη γὰρ νῦν ἐφάνη τῶν δένδρων· γένοιτο δὲ ἵνα καὶ ὁ καρπὸς [τέλειος ᾖ]. Ὀνοματογραφία τέως ὑμῖν γέγονε, καὶ στρατείας κλῆσις· καὶ νυμφαγωγίας λαμπάδες, καὶ οὐρανίου πολιτείας ἐπιθυμία, καὶ πρόθεσις ἀγαθὴ, καὶ ἐλπὶς ἐπακολουθοῦσα· ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὁ μὲν γὰρ Θεὸς δαψιλής ἐστιν εἰς εὐεργεσίαν· περιμένει δὲ ἑκάστου τὴν γνησίαν προαίρεσιν. ∆ιὰ τοῦτο ἐπήγαγεν ὁ Ἀπόστολος λέγων, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ἡ πρόθεσις γνησία οὖσα, κλητόν σε ποιεῖ· κἂν γὰρ τὸ σῶμα ὧδε ἔχῃς, τὴν δὲ διάνοιαν μὴ ἔχῃς, οὐδὲν ὠφελῇ. 2 Προσῆλθέ ποτε καὶ Σίμων τῷ λουτρῷ ὁ μάγος· ἐβαπτίσθη, ἀλλ' οὐκ ἐφωτίσθη· καὶ τὸ μὲν σῶμα ἔβαψεν ὕδατι, τὴν δὲ καρδίαν οὐκ ἐφώτισε Πνεύματι· καὶ κατέβη μὲν τὸ σῶμα, καὶ ἀνέβη· ἡ δὲ ψυχὴ οὐ συνετάφη Χριστῷ, οὐδὲ συνηγέρθη. Ἐγὼ δὲ λέγω τὰς ὑπογραφὰς τῶν πτωμάτων, ἵνα μὴ σὺ ἐμπέσῃς. Ταῦτα γὰρ τυπικῶς ἐγένετο ἐκείνοις, γέγραπται δὲ πρὸς νουθεσίαν τῶν μέχρις σήμερον προσερχομένων. Μήτις ὑμῶν εὑρεθῇ πειράζων τὴν χάριν· μήτις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μήτις ὑμῶν εἰσέλθῃ λέγων· Ἀφὲς ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα. Ἰδεῖν προσδοκᾷς, τὸ δὲ ὀφθῆναι οὐ προσδοκᾷς; καὶ νομίζεις, ὅτι σὺ μὲν πολυπραγμονεῖς τὰ γιγνόμενα, Θεὸς δὲ σοῦ οὐ πολυπραγμονεῖ τὴν καρδίαν; 3 Ἐπολυπραγμόνησέ τίς ποτε τὸν γάμον ἐν τοῖς εὐαγγελίοις· καὶ ἀνάξιον ἔνδυμα λαβὼν εἰσῆλθε, καὶ ἀνέπεσε, καὶ ἔφαγε· συνεχώρησε γὰρ ὁ νυμφίος. Ἔδει δὲ αὐτὸν ἰδόντα τὸ λευχειμονοῦν πάντων, καὶ αὐτὸν ἀναλαβέσθαι τοιοῦτον ἔνδυμα. Ἀλλ' ἴσων μὲν μετελάμβανε βρωμάτων· ἀνισότητα δὲ εἶχε σχημάτων καὶ προαιρέσεως. Ἀλλ' ὁ νυμφίος, εἰ καὶ δαψιλὴς, ἀλλ' οὐκ ἄκριτος· περιερχόμενος δὲ τῶν ἀνακειμένων ἕκαστον καὶ θεωρῶν, [ἔμελε γὰρ αὐτῷ, οὐχ ὅπως φάγωσιν, ἀλλ' ὅπως εὐσχημονῶσιν] ἰδών τινα ἀλλότριον, μὴ ἔχοντα γάμου ἔνδυμα, ἔλεγε πρὸς αὐτόν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; ποίῳ χρώματι; ποίᾳ συνειδήσει; ἔστω, ὁ θυρωρὸς οὐκ ἐκώλυσε, διὰ τὸ δαψιλὲς τοῦ παρέχοντος· ἔστω, ἄγνοιαν εἶχες ποταπῷ δεῖ σχήματι εἰσελθεῖν εἰς τὸ συμπόσιον· εἰσῆλθες, εἶδες ἀστράπτοντα ὥσπερ τὰ σχήματα τῶν ἀνακειμένων· οὐκ ἔδει σε κἂν ἐκ τῶν φαινομένων διδαχθῆναι; οὐκ ἔδει σε ἐξελθεῖν εὐκαίρως, ἵνα καὶ εὐκαίρως εἰσέλθῃς; Νῦν δὲ ἀκαίρως εἰσῆλθες, ἵνα ἀκαίρως ἐκβληθῇς. Καὶ προστάσσει τοῖς ὑπηρέταις· ∆ήσατε αὐτοῦ πόδας, τοὺς τολμηρῶς εἰσβάλλοντας· δήσατε αὐτοῦ χεῖρας, τὰς μὴ εἰδυίας ἔνδυμα περιβαλέσθαι φαιδρόν· καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἀνάξιος γάρ ἐστι λαμπάδων νυμφικῶν. Ἰδὲ τί συνέβη τῷ τότε· ἀσφάλισαι τὰ σεαυτοῦ. 4 Ἡμεῖς μὲν γὰρ, οἱ διάκονοι Χριστοῦ, δεδέγμεθα ἕκαστον, καὶ θυρωρῶν ὥσπερ τάξιν ἐπέχοντες, ἀνέτην ἀφήκαμεν τὴν θύραν. Ἐγχωρεῖ δέ σε βεβορβορωμένην ἔχοντα τὴν ψυχὴν ἁμαρτίαις, καὶ τὴν προαίρεσιν ἐσπιλωμένην, εἰσελθεῖν. Εἰσῆλθες· κατηξιώθης· ὄνομά σου ἐνεγράφη. Βλέπεις μοι τὸ σεμνὸν τοῦτο τῆς ἐκκλησίας κατάστημα; θεωρεῖς μοι τάξιν καὶ ἐπιστήμην; γραφῶν ἀνάγνωσιν, κανονικῶν παρουσίαν, διδασκαλίας ἀκολουθίαν; δυσωπήθητι καὶ τὸν τόπον, καὶ