1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

1

De trinitate 2.827

39.600 ΚΕΦ. Ηʹ. Περὶ τῆς προγνώσεως καὶ αὐτεξουσιότητος τοῦ ἁγίου Πνεύματος. Μετὰ δὴ τὴν θείαν φύσιν καὶ ἐνέργειαν τοῦ

Πνεύματος τοῦ Θεοῦ, τρανέστατα κομιδῆ περὶ τῆς αὐτεξουσιότητος αὐτοῦ καὶ ἐθελουσίου διανομῆς τὰ λόγια διαλέγονται.

Αʹ. Ὅτι οὐ διακονικῶς, ἀλλ' αὐθεντικῶς, πάντα ποιεῖ καὶ παρέχει, καθὼς

βούλεται, τὰ χαρίσματα, ὅσαπερ ἂν ἡ ἄφραστος, καὶ ὑπερούσιος, καὶ μόνη χαρίσαιτο φύσις· καὶ ἐνεργεῖ ὅσα ἐθέλει, καὶ πνεῖ 39.601 ὅπου προῄρηται· βούλεται δὲ, ὅπερ ὁ Πατὴρ, καὶ Υἱός· καὶ πνεῖ ὁμοίως ἔνθα θέλει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός· πληροῦν τὴν ἄφθονον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ ἑαυτοῦ μίαν βούλησιν· καὶ μηδὲν, μηδὲ αὐτῶν τῶν ἀμυδρὰν ἐχόντων ζωὴν, ἔρημον ἀπολιμπάνον τῆς ἑαυτοῦ προνοίας. Προϊστάμενον γὰρ τῆς ἑαυτοῦ ποιήσεως, ἅτε ὂν αὐτοάγαθον, καὶ ἅτε συνεργὸν τοῦ ἀγαθοῦ ∆ημιουργοῦ, πάντα ἐφορᾷ, καὶ οὐδὲν παραβλέπει, πανταρκὲς ὑπάρχον, καὶ θεϊκὰ δωρήματα διανέμον. Τῷ γὰρ "ἑνὶ ἀγαθῷ," οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος· ἀλλ' εὐεργεσίαις μᾶλλον δείκνυσι τὴν ἐξουσίαν. Καὶ διὰ τοῦτο ἓν θέλημα, καὶ μίαν ἐξουσίαν καὶ δύναμιν τῆς Τριάδος εἶναι λέγομεν. Ὧν δὲ θέλησις, καὶ ἐξουσία, καὶ ἐνέργεια μία. ἄρα μία καὶ ἡ θεότης. Τὸ γὰρ πάντα ἐνεργοῦν κατ' ἐξουσίαν ἰδίαν, καὶ παρὸν ἐν τοῖς καθ' ἕκαστον, τῆς ἐπὶ πάντων ἐστὶ μιᾶς καὶ ἀκηράτου φύσεως, οὐκ ἔχον ἔν τινι τὸ ἐλλεῖπον, οὐδὲ ποιοῦν ὃ μὴ θέλει· ἀλλ' οὐδὲ ποιοῦν ὃ μὴ θυμῆρες τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Καὶ ὃν τρόπον ἀπαράλλακτον πρὸς τὸν Πατέρα μετὰ τῶν ἄλλων ἀποδείξεων δείκνυσι τὸν Υἱὸν, καὶ τὸ, "Ὅσα ἂν ποιῇ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·" οὕτω καὶ τὸ ἅγιον Πνεῦμα, σὺν τοῖς ἄλλοις καὶ τὸ πάντα ἐνεργεῖν καὶ δωρεῖσθαι καθὼς βούλεται καὶ πνεῖν ἔνθα προῄρηται. Τοῦτο γὰρ παριστῶν, καὶ τρανῶς θεολογῶν τὸ Πνεῦμα, ἔγραφεν ὁ Ἀπόστολος· "Ἵνα ἴδωμεν τὸ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν." Γένοιτο δ' ἂν πάντων τούτων καὶ αὖθις μάρτυς πιστὸς γράφων ὁ αὐτὸς Κορινθίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· "∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶ, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Χρὴ δὲ μὴ 39.604 παραδραμεῖν, ἓν μὲν, ὅτι διὰ τὴν πρὸς τὸν Πατέρα περὶ πάντα ἰσότητα τοῦ ἁγίου Πνεύματος, πρώτου μέμνηται αὐτοῦ, εἶτα τοῦ Υἱοῦ, καὶ μετέπειτα τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργοῦντος τὰ πάντα ἐν πᾶσιν· δεύτερον δὲ, ὅτι ἀνωτέρω εἰπὼν τὸν Θεὸν ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν, ἐπάγει μίαν ἁρμονίαν μαρτυρίας ἐκτιθέμενος περὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐτοῦ· "Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·" ἵν' ἐκ τούτου Θεὸν αὐτεξούσιον δηλώσῃ τὸ ἅγιον Πνεῦμα· οὐκ ἀπροσήκῳ πράγματι ἐγχειρήσας, οὐδὲ τὴν τάξιν καινοτομήσας, οὐδὲ διαμαρτὼν τοῦ καλῶς ἔχοντος· ἀλλ' ἄτρωτον φυλάττων τὴν γνῶσιν τῆς πίστεως, καὶ τῆς θεολογίας τὴν καθαρότητα· καὶ οὐχ ὑβρίζων τὴν ἀμέριστον φύσιν καὶ ἀξίαν, ὡς οἱ μὴ συναριθμοῦντες, ἀλλ'