1
Epistula ad Joannem Hierosolymitanum
Πρὸς Ἰωάννην τὸν Αἰλείας ἐπίσκοπον ἐπιγεγραμμένη ἐπιστολή.
Τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ πάπᾳ Ἰωάννῃ Ἐπιφάνιος ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.
Ἔδει ἡμᾶς ἀγαπητὲ μὴ τῇ οἰήσει τῶν κλήρων φέρεσθαι, ἀλλὰ ... 282 ... φησὶ
γὰρ ἡ θεία γραφή· (Paul. ad. Cor. 10, 10) μηδὲ γογγύζετε καθάπερ τινὲς ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ (cf. 10, 9 ὑπὸ τῶν ὄφεων ἀπώλοντο) ... ... ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ' ἡμῶν κατὰ τὴν αὑτοῦ φιλανθρωπίαν εἰς τὸ συντριβῆναι τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν τῶν Χριστιανῶν καὶ ἀποδιωχθῆναι πᾶσαν πρόφασιν πονηρὰν εἰς τὸ μὴ σχισθῆναι τὸν σύνδεσμον ἐξ ἡμῶν τῆς τοῦ Χριστοῦ ἀνυποκρίτου ἀγάπης καὶ εἰρήνης καὶ ὀρθῆς πίστεως καὶ ἀληθείας. Ἐπεὶ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγγυσαν καθ' ἡμῶν, ὅτι ἐν τῷ διαβαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόπον τῆς Βεθῆλ τοῦ συναγελασθῆναι τῇ σῇ τιμιότητι ὡς ἤλθομεν εἰς τὴν κώμην τὴν λεγομένην Ἀναυθά, θεασάμενοι λύχνον καιόμενον καὶ ἐρωτήσαντες ἔγνωμεν ἐκκλησίαν εἶναι ἐν τῷ τόπῳ, εἰσερχόμενοι δὲ τοῦ εὐχὴν ἐπιτελέσαι εὕρομεν βῆλον ἐν τῇ θύρᾳ βαπτὸν ἐν ᾧ ἐζωγράφητο ἀνδροείκελόν τι εἰδωλοειδές, ὃ ἔλεγον τάχα ὅτι Χριστοῦ ἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων οὐ γὰρ μέμνημαι ἐγὼ θεασάμενος, καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐν ἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξα αὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαι ἐν αὐτῷ πένητα τελευτήσαντα, οἱ δὲ γογγύσαντες ἔλεγον· "ἔδει αὐτὸν ἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλον πρινὴ αὐτὸ σχίσῃ", καίτοιγε ἐμοῦ ὑποσχομένου ὅτι ἀντ' αὐτοῦ ἀπο 283 στελῶ ἕτερον, ἐβράδυνα δὲ τοῦ ἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν με ζητεῖν προσεδόκων γὰρ ἀπὸ Κύπρου ἀποστέλλεσθαι, νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα. καταξίωσον οὖν κελεῦσαι τῷ πρεσβυτέρῳ τῆς παροικίας δέξασθαι παρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλμένον, καὶ παρακαλῶ πρόσταξον ἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖς ἐκκλησίαις· πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶ πάντων φροντίζειν καὶ ἀκριβολογεῖν περὶ τῶν συμφερόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς τοῖς ἐμπεπιστευμένοις σοι.