1

 2

1

De vitiis quae opposita sunt virtutibus (sub nomine Nili Ancyrani)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΠΕΡΙ ΤΑΣ ΑΝΤΙΖΥΓΟΥΣ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΚΙΑΣ.

79.1140 ΚΕΦΑΛ. Αʹ. Ἀναγκαῖον ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου

ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ· ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες, τὰς τῶν λογισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀνεβάλομεν· οὐκ ἐξ ἔργων δὲ, ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ' ὑποτύπωσιν ἔχοντες ὑγιαινόντων λόγων, ὧν ἠκούσαμεν, παρὰ τῶν Πατέρων, καί τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν, ἡ καὶ τοῖς ἀμαρτωλοῖς ὑποδεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἡ καὶ ἀσφαλιζομένη, καὶ λέγουσα· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» ἵνα διὰ τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δεδωκότι, ὅτι μὴ ἑαυτοῖς ἀποδιδόαμεν καύχημά τι δόξης, τὴν δόσιν ἀρνούμενοι. διόπερ φησὶν, «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾷ, ὡς μὴ λαβών;» -«Ἥδη, φησὶν, ἐπλουτήσατε» οἱ τοῖς ἔργοις πενόμενοι, ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι, ἐκορέσθητε, ὧνπερ ἀρτίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ· δι' ἧς μὲν δεδάνεισμαι λογιστείας, τὴν τῶν ἔργων πενίαν παρακαλύπτων, δι' ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ διδάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων. Ἀλλ' ὅμως 79.1141 εἴ τις κεκράτηται παρ' ὑμῶν συγγνώμη, κἀμοὶ ταύτην ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξωμεν σημαίνοντες· τί μέν ἐστι γαστριμαργία, καθ' ἧς ἐγκράτεια· τί δὲ πορνεία, καὶ σωφροσύνη· φιλαργυρία δὲ τί, καὶ ἀκτημοσύνη· λύπη, καθ' ἧς ἡ χαρά· ὀργὴ δὲ τί, καὶ μακροθυμία· καὶ ἀκηδία, καὶ ὑπομονή· τί δὲ κενοδοξία, καὶ ἀκενοδοξία, φθόνος, καὶ ἀφθονία, ὑπερηφανία, καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα, καὶ ἀντίπαλα, καὶ ἀντίθετα ἀλλήλων ὅντα, δι' ἐπιτόμου οὕτως ὑπετάξαμεν.

ΚΕΦΑΛ. Βʹ. Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν,

νηστείας ἀτονία, ἀσκήσεως φίμωτρον, στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκιαγράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγγων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμιστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορτικὸς ὕπνος, ἀμειδὴς θάνατος. Ἐγκράτεια, γαστρὸς χαλινὸς, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθμὸς, ἀδηφαγίας δὲ κημὸς, ἀναπαύσεως ἀποταγὴ, σκληρουχίας συνταγὴ, λογισμῶν δαμαστήριον ἀγρυπνίας ὄμμα, πυρώσεως ῥύσις, σώματος παιδαγωγὸς, πόνων πύργος, καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ, καὶ παθῶν ἀναστολὴ, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα. Πορνεία, λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγενὴς πρᾶξις, σκιαζομένη μορφὴ, φανταζομένη συμπλοκὴ, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλμῶν δόλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπὴ, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός. Σωφροσύνη, ἀληθείας στολὴ, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος, ἐπίσκοπος λογισμῶν, ἐννοίας περιτομὴ, ἀκολασίας δὲ ἐκτομὴ, φύσεως ἀντίφυτος, καὶ πυρώσεως ἀντίθετος, ἔργων ἐπεργὸς, καὶ ἐγκρατείας συνεργὸς, καρδίας λαμπτὴρ, εὐχῆς γνώμων.