1
Adversus Eunomianos (orat. 27)
ΛΟΓΟΣ ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ ΠΡΟΣ ΕΥΝΟΜΙΑΝΟΥΣ ΠΡΟ∆ΙΑΛΕΞΙΣ
1 Πρὸς τοὺς ἐν λόγῳ κομψοὺς ὁ λόγος. καὶ ἵνα ἀπὸ τῆς γραφῆς ἄρξωμαι· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν. εἰσὶ γάρ, εἰσί τινες, οἱ τὴν ἀκοὴν προσκνώμενοι καὶ τὴν γλῶσσαν, ἤδη δέ, ὡς ὁρῶ, καὶ τὴν χεῖρα, τοῖς ἡμετέροις λόγοις, καὶ χαίροντες ταῖς βεβήλοις κενοφωνίαις, καὶ ἀντιθέσεσι τῆς ψευδωνύμου γνώσεως, καὶ ταῖς εἰς οὐδὲν χρήσιμον φερούσαις λογομαχίαις. οὕτω γὰρ ὁ Παῦλος καλεῖ πᾶν τὸ ἐν λόγῳ περιττὸν καὶ περίεργον, ὁ τοῦ συντετμημένου λόγου κῆρυξ καὶ βεβαιωτής, ὁ τῶν ἁλιέων μαθητὴς καὶ διδάσκαλος. οὗτοι δέ, περὶ ὧν ὁ λόγος, εἴθε μέν, ὥσπερ τὴν γλῶσσαν εὔστροφον ἔχουσι καὶ δεινὴν ἐπιθέσθαι λόγοις εὐγενεστέροις τε καὶ δοκιμωτέ ροις, οὕτω τι καὶ περὶ τὰς πράξεις ἠσχολοῦντο μικρὸν γοῦν, καὶ ἴσως ἧττον ἂν ἦσαν σοφισταὶ καὶ κυβισταὶ λόγων ἄτοποι καὶ παρά δοξοι, ἵν' εἴπω τι καὶ γελοίως περὶ γελοίου πράγματος.
2 Ἐπεὶ δὲ πᾶσαν εὐσεβείας ὁδὸν καταλύσαντες πρὸς ἓν τοῦτο βλέπουσι μόνον, ὅ τι δήσουσιν ἢ λύσουσι τῶν προβαλλομένων, - καθάπερ ἐν τοῖς θεάτροις οἱ τὰ παλαίσματα δημοσιεύοντες, καὶ τῶν παλαισμάτων οὐχ ὅσα πρὸς νίκην φέρει κατὰ νόμους ἀθλήσεως, ἀλλ' ὅσα τὴν ὄψιν κλέπτει τῶν ἀμαθῶν τὰ τοιαῦτα καὶ συναρπάζει τὸν ἐπαινέτην. -καὶ δεῖ πᾶσαν μὲν ἀγορὰν περιβομβεῖσθαι τοῖς τούτων λόγοις, πᾶν δὲ συμπόσιον ἀποκναίεσθαι φλυαρίᾳ καὶ ἀηδίᾳ, πᾶσαν δὲ ἑορτὴν καὶ πένθος ἅπαν, τὴν μὲν ἀνέορτον εἶναι καὶ μεστὴν κατηφείας, τὸ δὲ παραμυθεῖσθαι συμφορᾷ μείζονι τοῖς ζητήμασι, πᾶσαν δὲ διοχλεῖσθαι γυναικωνῖτιν, ἁπλότητι σύντροφον, καὶ τὸ τῆς αἰδοῦς ἄνθος ἀποσυλᾶσθαι τῇ περὶ λόγον ταχύτητι. ἐπειδὴ ταῦτα οὕτω, καὶ τὸ κακὸν ἄσχετον καὶ ἀφόρητον, καὶ κινδυνεύει τεχνύδριον εἶναι τὸ μέγα ἡμῶν μυστήριον· φέρε, τοσοῦτον γοῦν ἡμῶν ἀνασχέσθωσαν οἱ κατάσκοποι σπλάγχνοις πατρικοῖς κινουμένων καί, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, σπαρασσομένων τὰ αἰσθητήρια, ὅσον μὴ τραχέως τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ τὴν γλῶσσαν μικρὸν ἐπισχόντες, ἂν ἄρα καὶ δύνωνται, τὴν ἀκοὴν ἡμῖν ὑποθέτωσαν. πάντως δὲ οὐδὲν ζημιωθήσεσθε. ἢ γὰρ εἰς ὦτα ἐλαλήσαμεν ἀκουόντων, καί τινα καρπὸν ἔσχεν ὁ λόγος, τὴν ὠφέλειαν τὴν ὑμετέραν, -ἐπειδὴ σπείρει μὲν ὁ σπείρων τὸν λόγον ἐπὶ πᾶσαν διάνοιαν, καρποφορεῖ δὲ ἡ καλή τε καὶ γόνιμος, -ἢ ἀπήλθετε καὶ τοῦτο ἡμῶν διαπτύσαντες, καὶ πλείονα λαβόντες ὕλην ἀντιλογίας τε καὶ τῆς καθ' ἡμῶν λοιδορίας, ἵνα καὶ μᾶλλον ὑμᾶς αὐτοὺς ἑστιάσητε. μὴ θαυμάσητε δέ, εἰ παράδοξον ἐρῶ λόγον, καὶ παρὰ τὸν ὑμέτερον νόμον, οἳ πάντα εἰδέναι τε καὶ διδάσκειν ὑπισχνεῖσθε λίαν νεα νικῶς καὶ γενναίως, ἵνα μὴ λυπῶ λέγων ἀμαθῶς καὶ θρασέως.
3 Οὐ παντός, ὦ οὗτοι, τὸ περὶ θεοῦ φιλοσοφεῖν, οὐ παντός· οὐχ οὕτω τὸ πρᾶγμα εὔωνον καὶ τῶν χαμαὶ ἐρχομένων. προσθήσω δέ, οὐδὲ πάντοτε, οὐδὲ πᾶσιν, οὐδὲ πάντα, ἀλλ' ἔστιν ὅτε, καὶ οἷς, καὶ ἐφ' ὅσον. οὐ πάντων μέν, ὅτι τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ, καὶ πρὸ τούτων καὶ ψυχὴν καὶ σῶμα κεκαθαρμένων, ἢ καθαιρομένων, τὸ μεριώτατον. μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ τυχὸν οὐδὲ ἀσφαλές, ὥσπερ οὐδὲ ὄψει σαθρᾷ ἡλιακῆς ἀκτῖνος. ὅτε δέ; ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς, καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις, οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμ μάτων, ἢ βορβόρῳ μύρων εὐωδίαν. δεῖ γὰρ τῷ ὄντι σχολάσαι, καὶ γνῶναι θεόν· καὶ ὅταν λάβωμεν καιρόν, κρίνειν θεολογίας εὐθύτητα. τίσι δέ; οἷς τὸ πρᾶγμα διὰ σπουδῆς, καὶ οὐχ ὡς ἕν τι τῶν ἄλλων καὶ τοῦτο