1

 2

 3

 4

 5

 6

1

Contra Arianos et de seipso

ΛΟΓΟΣ ΛΓʹ.

Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν. Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδί ζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν 36.216 Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρί ζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθο νωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγα νακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ' ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ' ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ' ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανίας! Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμό τιμον; Εἰ δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος. Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπι τηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτερο δόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστη σεν. Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρα σύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παρα μυθία τῆς συμφορᾶς), ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπα νώμεθα· καὶ οὐχὶ τοῦτό που δεινὸν, καίπερ ὂν τηλικοῦτον, ἀλλ' ὅτι καὶ προσθήκην νομίζομεν τὴν ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλή λοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. ∆ιήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα. Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ 36.217 γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι.

Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ' οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ' ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κα κῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι' ἡμᾶς κατωρ χήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιού του τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησά μην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμεί ψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ,